Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](318)

Κάσσανδρος ὁμοῦ μὲν ἐπολιόρκει Σαλαμῖνα, ὁμοῦ [*](e.4,6) δὲ καὶ Ἀθηναίοις ἐναυμάχησε. νικήσας τῇ ναυμαχίᾳ, ὅσους μετʼ Ἀθηναίων εἷλε Σαλαμινίους ἄνευ λύτρων ἀφῆκε· πυθόμενοι δὲ οἱ τὴν Σαλαμῖνα οἰκοῦντες προσ- [*](Cap. 10. § 2. Cf. supra 3, 10, 14. – Cf. Schaefer, Demosth. II, p. 13 sq. et not. 5; J. p. 637.) [*](Cap. 11. De fontibus cf. J. p. 638 sq.) [*](1 Περδικᾶς F, 3 ζωγρείᾳ Cas. R; ζωγρεῖν F 5 ἐπεκηρυ- κεύσαντο F || 7 προσιοῖντο F; προσοῖντο Roth: cf. H ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ προσίενται, ἀλλʼ ἐψηφίσαντο etc. ψηφίσαιντο ex H; ψηφίσι F; ψηφίσειαν K 8 ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν H 13 οὗτος 15 ἀντεφόρτιζον Cas. (cf. 3, 10, 14); ἀντεφρόντιζεν F ; ἀντεφόρτιζεν C 19 ἐναυμάχει K cum V navali praelio confligebat 20 ἕἷλε vulg ; εἰς F; ἐζώγρησε H.)

211
εχώρησαν Κασσάνδρῳ πιστεύσαντες αὐτοῦ τῇ φιλαν- θρωπίᾳ.

Κάσσανδρος Νικάνορα φρουροῦντα τὴν Μουνυ- [*](318) χίαν καὶ πρὸς αὐτὸν κακοήθως ἔχοντα τέχνῃ συνέλα- βεν. ἀποπλεῖν τῆς Ἀττικῆς προσεποιήσατο. μέλλοντι δὲ αὐτῷ τοῦ σκάφους ἐπιβαίνειν προσελθών γραμμα- τοφόρος ἀπέδωκε γράμματα παρὰ τῶν ἐν Μακεδονίᾳ φίλων, ὡς Μακεδόνων αὐτὸν καλούντων ἐς τὴν βασι- λείαν διὰ τὴν πρὸς Πολυσπέρχοντα ὀργήν. ταῦτα ἀναγνοὺς Κάσσανδρος φαιδρὸς καὶ περιχαρὴς ἐγένετο καὶ τὸν Νικάνορα παραπέμποντα ἐπισπασάμενος εὐηγ- γελίσατο, καὶ νῦνʹ, ἔφη, ἄλλων ἡμῖν περὶ (τῶν) πραγμάτων ἐστὶ βουλευτέον, καὶ κοινῇ γνώμῃ τὴν ἀρχὴν διατάξωμενʼ. ταῦτα λέγων ἡσυχῆ παρήγαγεν αὐτὸν εἴς τινα τῶν πλησίον οἰκιῶν, ὡς μόνῳ περὶ μεγάλων ἀπορρήτων διαλεξόμενος. ἦν δʼ ἐπὶ τῆς οἰκίας ἀποκεκρυμμένος λόχος ὑπασπιστῶν, οἳ συλλα- βόντες Νικάνορα ἐφρούρουν. Κάσσανδρος δὲ παρα- χρῆμα συνήγαγεν ἐκκλησίαν καὶ τοῖς βουλομένοις κατη- γορῆσαι Νικάνορος ἐπέτρεψεν. παρὰ δὲ τὸν καιρὸν τῆς κατηγορίας τὴν Μουνυχίαν ἀνεχειρώσατο. Νικά- νορος ἀδεῶς πολλὰ δράσαντος παρανόμως θάνατον ἐπὶ τῆς ἐκκλησίας κατεψηφίσαντο.

[*](Cap. 11. § 2. Cf. Diod. 18, 75. - Diod. II, 1, p. 235 et not. 3.)[*](7 ἀπέδωκε Ηertlein; ἐπέδωκε F παρὰ p V ab amicis; περὶ F 11 ἐνηγκαλίσατο Valcken. ad Eurip. Hppol.p. 319 a 12 ἄλλων F ἄλλως P a. man. et V aliter τῶν secl. R | 16 διαλεξόμενος p; διαλεγόμενος F 18 δὲ Hertlein; δὴ F 21 ἀνεχείρωσατο scripsi; ἐχειραώσατο Κ; ἀνωχυρώσατο F; ὀχυρώσατο alii 22 ἀδεῶς F] δὲ ὠς θάνατον τὸν ἐπὶ F; θάνατον οἱ vulg.: cf 5,3,2.)
212
[*](316)

Κάσσανδρος Ὀλυμπιάδα καθείρξας ἐς Πύδναν τῆς Μακεδονίαχ ἐπολιόρκει πολέμῳ. Πολυσπέρχων νύκτωρ ἔπεμψε πεντήρη πλησίον ὑφορμοῦσαν , ἦς ἐπιβῆναι τὴν Ὀλυμπιάδα προὔτρεπε διὰ γραμμάτων. ὁ γραμματοφόρος ἁλοὺς, ἀχθεὶς παρὰ Κάσσανδρον ὡμολόγει τὴν πρᾶξιν, ἐφʼ ἥν ἐστέλλετο. ὁ δὲ τὴν μὲν ἐπιστολὴν ἐσφραγισμένην τῇ σφραγίδι τῇ Πολυσπέρ- χοντος ἐκέλευσεν αὐτὸν εἰσκομίσαι, μὴ μέντοι προσει- πεῖν, ὡς Κάσσανδρος ταῦτα ἔγνω. καὶ ὁ μὲν εἰσε- κόμισε, Κάσσανδρος δὲ τὴν πεντήρη συλλαβῶν ἐποίησεν ἀφανῆ. Ὀλυμπιὰς πιστεύσασα τῇ σφραγίδι τῇ Πολυσπέρχοντος καὶ τοῖς γράμμασι, τῆς πόλεως προελθοῦσα νύκτωρ, οὐχ εὑροῦσα τὴν πεντήρη, ὡς δὴ καὶ Πολυσπέρχοντος ἐξαπατῶντος ἠθύμησε καὶ παρέ- δωκεν ἑαυτὴν καὶ τὸ ἄστυ τὸ Πυδναίων Κασσάνδρῳ.

[*](314)

Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν, ἀποσχὼν [*](e.31,6) ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας, ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησε κώμας ὑψηλὰς κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπιδαμνίοις. οἱ μὲν δὴ νομί- σαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον· ὁ δὲ τὴν κεκρυμμέ- νην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πόλεως [*](Cap 11 § 3 Cf Diod. 19, 50; lustin. 14, 6, 5. – Droysen II, 1, 246 et not. 2.) [*](Cap. 11. § 4. Cf. lustin. 15, 2.) [*](3 πεντήρη scripsi (coll Diod. et infra vv. 10, 13, ubi F, πεντήρη, corr. F, in πεντηκοντήρη) πεντηκοντήρη F 6 πρᾶξιν vulg ; τάξιν F 11 πιστεύσας F 13 εὑροῦσαν F 16 ἀποσχὼν H et V cum abesset; ἐπισχὼν F; ἀπέχων Κ 17 ἀποκρύψας Η Μ; ἀπογράψας F; ὑπογράψας D, unde ὑποκρύψας 18 ἐνέπρησεν ὕλας κειμένας H 20 καταφανεῖς ἦσαν H; καταφρονήσασαν F; καταφανεῖς οὔσας Hertlein.)

213
ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, καὶ τὰς πύλας δὲ τῆς πόλεως ἀνεῳγμένας εὑρὼν ἐπεισελθὼν τὴν Ἐπί- δαμνον κατέσχεν.