Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](651—621)

Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γά- λαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ- θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι- φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ [*](4 ἡδεῖον F1 ; separatim ab aliis i. e. ἵδιον V || 5 ἡμετέρων M ; ὑμετέρων F: cf. praef. libri I || 8 Γάλαυρος vulg. et corr. F ex Γαύλαρος; calandrus schol. Pers. sat. 1, 99 || 12 αὐτοῖς Hertlein; αὐτὰς F 16 ταύλαρος F 17 ὑπεσήμηνεν scripsi; ὑπε- σήμαινεν F cf. 1, 41, 3. 1, 45, 2 || 18 ταλάντιοι F.)

159
κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.