Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](295)

Λαχαρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου [*](e.52,2) ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί· σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ [*](Cap. 6. Ex Thucyd. 8, 51.) [*](Cap. 7. Cf. Schubert. die Quellen Plutarchs in den Lebens- bescbreιbungen des Eumenes, Demetrius u. Pyrrhus p. 700 sq.) [*](1 γῆς Rud. Schoell; τῆς F; τῆς ἱερὰς γῆς vulg. ||καθήκουσα Blume 4 θαλάσσης F 9 προεῖπειπε F1 ; προυπεῖπε F2. 11 προσ- βάλλειν Cas. ex V impressionem facient; προσβάλλουσιν F; προ- βάλλουσι vulg. (ἔνδον ὁρμουσῶν] Maasv. ex Thucyd.; | ἔνδον οὔσῶν| C in marag. 19 Ἀθηνῶν F; Ἀθηναίων , quod probavit W coll. 3, 7, 2, nt cf Hertlien, Iahni annal., 1861, p 252; Hercier, Hermes 9, p. 112 20 λαβών ; ἀναλαβῶῶν F, βαλῶν H 21 κόλπου m; κόπρου F; ἀπὸ κόπρου i. e. plenam fimo R.)

117
πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς.

Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους [*](293) καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπὲξ- ελθῶν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον.

[*](e.52,3)

Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων [*](post293) ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκώς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.