Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.54,8)

Πάχης Νότιον πολιορκῶν Ιππίαν στρατηγὸν Πισ- [*](427) σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν.