Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.54,9)

Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν [*](359) οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβῶν μεγά- λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβῶν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι- βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἴνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά- μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἵλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον.