Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας [*](e.7,1) εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα.

Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρʼ ἀλλήλων τὰ ἱμάτια. τούτου γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα.

Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· πέκειντο [*](e.46,7) οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε- νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἰππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- [*](*) Alterum. Phocionis strategema habet H (26, 2): Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν ῾ ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῆ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέ- πτειν τὰ δημόσιαʼ; quae ex Plut. vita Phoc. 23 illata esse recte censuit W.) [*](1 μετεβάλοντο F] μετεβάλλοντο MD 5 περιστήσας w coll. 5, 28, 2; ἐπιστήσας F; ἐπέστησε H 7 πρὸς ἀφιέναι F; ἀφιέ- ναι H καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου H 11 (ἐν) χειμῶνος ὑπερβολῇ mavult K 19 καὶ , om. F 20 ἄποπτον et 22 περιιππευσαμένους coll 4, 8, 4.)

155
μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.