Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ [*](323) βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι [*](Cap. 12. Cf. Plut Phoc. 24.) [*](4 καίειν et legitur in H 5 παρήγγειλε om. H 7 ὄπισθεν F; ὄπιθεν H 10 νομίσαντες coni. Κ 13 ἐβόησεν H 21 ὁ om. K 22 ἀνεπήδων R et Κ; ἀνεπήδουν F: cf. 2, 2, 10. 4, 3, 11. 8, 16, 8. 8, 43 25 ἔτος Plut.; μέρος F ἔσομαι Plut.; κείσομαι F; ἐκεῖ ἔσομαι Cas.; ἀεὶ ἔσομαι Rod. Schoell.; νείσομαι R.)

154
τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*)