Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν.

Χαβρίας περὶ Νάξον ναυμαχῶν, ἐνίκησε Βοηδρο- [*](370) μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν μέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας. ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον [*](Cap. 11. Cf. Rendantz, vitae Iphicratis, Timotnei, Cha- briae etc, p. 52.) [*](1 Ὁ Τιμόθεος F 2 περιήεσαν F 3 ἀναυμάχητοι vulg.; ναυμάχητοι F 6 ἐντὸς τοῦ κυρτοῦ Schneider ad Xenoph. Hellen. 5, 4, 66 (melius τοῦ κυρτοῦ ἐντὸς W coll. 2, 2, 3) 7 πρὸς MD. ἐς F 12 παρήγγελλεν 13 |θεοῖς| Bursian 14 συμβάλοντες (sic) F; συμβάλλοντες MD; συμβαλοῦντες Heringe, Hertlein σάρκας F | σάρκα vulg. et Leo Tact. 20, 217 16 Bοηδρομίονος F 17 ἐπὶ δέκα ταύτην Maasv.; ἐπεὶ δὲ κατʼ αὐτὴν F: cf Plut. Phocion 6 extr. 18 ὅτι ἐν μιᾷ τῶν μυστηργίων F; τῶν λθ᾿  D et supra scr. in M pr. m.; τῶν θʼ Meursius; τῶν μεγάλων Κ, Plut. l. c.; τῶν Ἀθήνησι μυστηρίων Porson.)

148
ἔσχον τὸν Ἴακχον, [οἱ δὲ περὶ Χαβρίαν] τὸ Ἅλαδε μύσται.

Χαβρίας ναῦς Λακωνικὰς κατασκόπους δώδεκα [*](cf.e. 16, 1 57, 9) ἐφορμούσας, οὐ μὴν ἐπαναχθῆναι θαρρούσας ἐξεκα λέσατο οὕτω πως· αὐτὸς ἀνήχθη ναυσὶ δεκαδύο κατὰ δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά- μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή- ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελῶν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι- σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους.

Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν ὀλίγους [*](e.46,5) ἔχων πολλῶν πολεμίων ἐπικειμένων αὐτὸς τῆς πορείας ἡγούμενος τοὺς μάλιστα εὐρώστους οὐραγεῖν ἔταξεν, ὅπως [τοὺς] προσκειμένους ἀμύνοιντο. οὐδεὶς οὖν τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἄν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή- ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό- πεδον.

[*](360/59)

Χαβρίας Θαμῷ, Αἰγυπτίων βασιλεῖ, χρημάτων [*](Cap 11. § 5. Cf. Aristot oecon. 2, 25.) [*](1 [οἱ δὲ περὶ Χαβρίαν] add. Maasv. || τὸ Ἅλαδε Sauppe; γολλάδαι F; γολλάδα M ; Ἅλαδε C marg. et Μeursius  || 4 ἐπ- αναχθῆναι K ; ἔτι ἀναχθῆναι F || 5 αὐτὸς ἀνήχθη Lennep ad Phalar. p. 17 a; αὐτὰς ἀναχθῆναι F || 6 ἔπειτα Sauppe, quod probat Hertlein coll. 1, 31; ἐπὶ F; καὶ Cas.; ἔτι Maasv.; ἐπῄει R || τῶν δυοῖν Pm; τῶν νεῶν F; ταῖν δυοῖν Κ || ἀράμε- νος Cas. (cf. 1, 47, 1. 5, 9); ἐρέμενος F || 15 [τοὺς] Hertlein; om. F 17 παρελθὼν F || ὡς ἂν κωλυθεὶς ; ὡς κωλυθεὶς F ; κωλυ- θησόμενος et κολασθησόμενος R, Patakis || 20 Θαμῷ] Θάκῳ (Θακῷ: Gutschmid in Philol. XI, p. 148; Ταχὼς audit apud Corn. Nepotem, Diod., Plux., Aelian., Athenaeum; Ταὼς ap. Aristot oecon. 2, 25 et 37; Τεὼς ap. Euseb. chron.)

149
ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν διδόασι γενέσθαι [ἐκ] τῶν φόρων, οὕς κατʼ ἔτος ἐτέ- λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο- λαβόντων.

[*](e.13,6)

Χαβρίας εἰς Σελλασίαν τῆς Λακωνικῆς ἐμβαλὼν, [*](391?) νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε- κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν ἄχρηστοι. ὁ δὲ τοὺς αὐτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγὼγν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν.

Χαβρίας ἦν ἐν Αἰγύπτῳ, στρατηγῶν τῷ βασιλεῖ [*](360/59) τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ- σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Ἀἰγυπτίων βασιλεὶς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ- [*](Cap. 11. § 6. Cf. Hertcberg, Agesilaus p. 339, not. 43 d.) [*](3 ἔχοι F] ἔχει vulg. 4 γενέσθαι add. pr. n. 1 marg. ἐκ| add. Κ 5 συνελέγει F 6 ὅσα ἔδωκαν Hertiein; ὡς δέδωκαν F; ὡς εδωκαν M; ἃ ἔδωκαν Κ 8 Σελλασίαν Heringa et Cobet, var. lect. p. 290; ἑλλάδα F: Ἕλος Casautb., quod recepit Corais; Πελλάναν Rehdantz 15 καὶ om M στάδια F2 in marg.; στάμενα F, 17 αὐτοὺς P 18 προσαγαγὼν Κ; πρὸς διαγωγὴν F.)

150
κεκροτημένων. Χαβρίας καταλέξας Aἰγυπτίων [τοὺς] νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελῶν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφʼ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν [καὶ τὰς ναῦς] ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν.

Χαβρίας ὁπότε νεοσύλλογον ἔχων δύναμιν (καὶ) μέλλοι παρατάττεσθαι, διὰ τοῦ κήρυκος ἐκέλευε τοὺς ἀρρώστως ἔχοντας χωρὶς τίθεσθαι τὰ ὅπλα. ὅσοι δὴ δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἴνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς  αὐπομίσθους.

[*](388)

Χαβρίας προσπλεύσας πολεμίᾳ πόλει νυκτὸς τοὺς πελταστὰς ἀπεβίβασεν· αὐτὸς δὲ ἀρχομένης ἕω ἐπὶ τὸν λιμένα ἔπλει ἀπωτέρω τῆς πόλεως ὄντα. οἱ ἐκ τῆς πόλεως ἐξέδραμον κωλύσοντες ἀποβῆναι τοὺς ἐκ τῶν νεῶν· οἱ δὲ ἐκ τῆς ἐνέδρας πελτασταὶ ὄπισθεν ἐπι- φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν.

[*](388)

Χαβρίας ἀπὸ τῶν πελταστῶν δέκα τοὺς δρομικω- [*](Cap. 11. § 10 et 12. Cf Front. strat. 1, 4, 14.) [*](1 [τοὺς| D; om. F 5 κελεύσας P 6 ἐδίδαξεν p; ἐβάδιζεν F; ἐθίξων R [καὶ τὰς ναῦς] Wesset. ad iod. 15, 92; R 8 ἔχων F; ἔχοι Cas. W (καὶ) seclusi 9 ἐκέλευε R, ἐκέλευσε F 10 δὴ F] δὲ vulg. 11 καὶ Hertlein; διʼ F, δὲ R; del. K 15 ἐποίει RΚ; ποιεῖ F 16 προσπελάσας M 18 ἀπωτέρω τῆς πόλεως ut 7, 20; ἀπό τε ῥώμης πόλεως F 19 πόλεως F; γῆς MD 20 ὄπισθεν vulg ; ὄπιθεν F.)

151
τάτους ἐφʼ ἑκάστην ναῦν ἀνεβιβάσατο καὶ νυκτὸς ἐς τὴν πολεμίαν ἀπεβίβασε καὶ λεηλατεῖν τὴν χώραν ἐκέ- λευσεν. οἱ δʼ ἐκ τῆς πόλεως ἐκβοηθήσαντες ἐπικρατεῖν τῶν λεηλατούντων ἔμελλον· ὁ δὲ προῖδὼν κατὰ σπου- δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἴνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ δὴ ἀποπλεύσας ιᾤχετο.

Χαβρίας ἐν Νάξῳ μέλλων ναυμαχεῖν πρὸς Πόλ- [*](376) λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας. ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῇ- ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ- πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα [ταῖς] ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν.

[*](e.57,10)

Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τρια- [*](388) κοσίους ἄνδρας εἰς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνή- ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, [*](1 ἀνεβιβάσατο Hertlein coll. 2, 11; παρεβιβάσατο F 7 τῇ χαώρᾳ Patakis; τῆς χώρας F, cf. 3, 10, 11 8 ἔλαβον Κ; ἔλαβεν F, ἤλαυνον Patakis 9 ὤχειτο F 10 Πόλιν F 11 ἰσοπαλὴς F 13 εἰδέναι F] διώκειν vel ἐμβάλλειν cum dativo R οὔσης F 16 αὐτὰς K; αὐτοὺς F 18 |ταῖς] K διδόντες Κ; διαδόντες F 20 Αἴγειναν F 22 οἱ μὲν οὖν τ. π ὑπεξελθόντες H 23 αὐτῶν on. M 25 δὲ HFM; om. CΚ.)

152
καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε- χώρησαν ἐπὶ τὴν πόλιν.

[*](360/59)

Χαβρίας πρὸς τὰς ἐπιβολὰς τῶν κυμάτων ὑπὲρ τὴν παρεξειρεσίαν ἑκατέρου τοίχου δέρρεις παρέβαλεν, καὶ κατηλώσας ἀρτίως τῷ καταστρώματι κατὰ τὸ ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει- ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ- ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον οὐδὲ τὴν ναῦν ἔσφαλλον.

[*](360/59)

Χαβρίας πρὸς τοὺς πελαγίους πλοῦς καὶ τοὺς ἐν τῇ θαλάττῃ χειμῶνας κατεσκεύαζεν ἑκάστῃ τῶν νηῶν δισσὰ πηδάλια καὶ τοῖς μὲν ὑπάρχουσιν ἐν ταῖς εὐδίαις ἐχρῆτο, εἰ δὲ ἡ θάλασσα κοίλη γένοιτο, θάτερα διὰ τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε- τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι.

[*](391?)

Χαερίας, καταδραμὼν τὴν Λακωνικὴν καὶ λείαν [*](e.43,6) πολλὴν ἁρπάσας, Σθταρτιατῶν ἐκβοηθησάντων, ὧν Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ [*](3 τὰς F; om. D ὑπὲρ Μaasv. et R; ὑπὸ F 4 παρέβαλεν scripsi cum Cas.(qui παρέβαλεν vel παρελάμβανεν) coll. Χenoph. Hellen. 1, 6, 19; 2, 1, 22; κατελάμβανεν F 5 κατηλώσας scripsi coll. Pοlux 1, 120 βύρσας προσηλοῦντες πρὸς τὰ τοιχίσματα τῶν νεῶν et C I. A. II, p. 791, v. 31 παραβλήματα κατ[η]λῶσ[ αι]; κατὰ μόνας F: ad rem cf. Cartault, la trieve athénienne, p. 62 sq. ἀρτίως Maasv.; ἀρτίους F 6 (et 16) παρεξερεσίας F 9 καὶ [γὰρ] τὰ R 10 πράγματος F ἐπιπρόσθησιν vel προστέθησιν con. K 11 ἔσφαλλον F; ἔσφαλον MD 14 ἴσως ὑπαρχούσῃ Darm. marg. δ. εὐθείαις F 15 ἐγένετο M 16 παρετήθει M; πατηθῆ F; παρήχθη aut παρετέθη R 18 ἐξαιρομένης Patakis ex V sublata puppi; ἐξαιρου- μένης F 20 καταδραμὼν Hertlein, quod probat W ; καταλαβὼν F.)

153
λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αίχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν τοὺς Αθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά- μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσ- ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε- δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ἄριστός γε στρατηγὸς Χαβρίαςʼ.