Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀρξιλαΐδας ὁ Λάκων μετὰ στρατεύματος διαπο- [*](e.35,1) ρεύεσθαι μέλλων ὁδὸν ὕποπτον, ὅ μὴ προῄδει γενό- μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε- σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχῶώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἄν οὐ προίδωσι τὴν τῶν πολεμίων παροσκευὴν, αίτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσανας τῷ προπαρεσκευάσθαι καταστρα- τηγήσας.