Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα [*](277/76) πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν.

Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε- [*](273) σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων - [*](Cap. 29. § 1. Cf.  Front.3, 6, 7. — Droysen III2, 1, p.1 199 sq.) [*](Cap. 29. § 2. Cf. Droysen, III2, 1, p. 199 sq.) [*](2 εἴ τινες Maasv ; ἐστὶν ἐς F ; εἰ vulg. 3 νεωτερήσειαν F || 5 προσέταξεν H 8 Xῑ F] Χειμώ Cas ; Δέλτα Blume, sed cf Droysen III2, 1, p. 274, not 2 16 Κρατεροῦ F; κράτερος vulg.; Κρατέρου W φυλάττων vulg.; φρίττων F; φρουρῶν W || 21 Ἔδεσσαν sic nummi, Polyb., Strabo, Prolem.; αἴδεσαν F|| Ἔδεσαν vulg. τοῦ τείχοντος F1 , corr. F2, 22 σαρησοφόρων F.)

102
ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεχα — ἐπύκνωσε τὴν αὐτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί- λας, ἄν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο- τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν (οἱ δὲ) ἀνθέλκοντες , οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι.