Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.40,1)

Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ- [*](385) μάχων, οἵ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς σὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρῶώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς] πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι.