Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

96
[*](399)

Θθίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού- [*](e.39,3) ραρχον ἓπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα- στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινῶώνησεν· οἱ δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θθιβρῶώνειοι κατα κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγῶών πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι.