Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Αρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ- κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κῆρυξ ἡκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἅ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν , ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχουςʼ· ὁ δὲ ἁρμοστὴς μὴ πάνυʼ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι᾿. Αθηναῖοι, καὶ γὰρ χειμῶν προσῄει, [πρὸς] μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον χοντο.

[*](7 ὅ ] τὸ F, quod procat W deleto ἦν: cf. 3, 10, 8 || 9 ἔσται M; scιrπε (fore V ἔστι F 18 βουλοιντο F 21 ἔχω M ; ἔχωσι F; ἔχουσι vulg.; ἔχομεν ex V habenius 22 [πρὸς] Cas.: cf. 8 47.)