Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Μεγακλείδας συμφυγὼν ἐς ὅρος δασὺ, πολιορ- κούμενος, διελῶών τοῦ στρατεύματος, ὅ μὲν ἀχρεῖον ἦν καὶ βαρύτερον, φεύγειν ἐκέλευσε διὰ τῆς ὕλης εἰδώς, ὅτι φανερὸν ἔσται τοῖς πολεμίοις. οἱ μὲν ὥρμησαν ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα- πόμενος ὑπεξέφυγεν ἀσφαλῶς.