Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.8,3)

Κλεανδρίδας ὁ Λάκων ἐπὶ Τέριναν ἄγων τὴν στρα- [*](post 443) τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε- ριναίοις· οἱ δὲ προαισθόμενοι διʼ αὐτομόλων σπεύ- σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν- των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὅς ἄν Τεριναίων τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ- δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπέχω- ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν ἀσφαλῶς ἀπηλλάγη.

[*](e.18,2)

Κλεανδρίδας Θουρίων ἡγούμενος μάχῃ ωιχήσας [*](post 443) Λευκανοὺς μετὰ τὴν νίκην ἦγε τοὺς Θουρίους ἐπὶ τὸν [*](Cap. 10. Cf. J. p. 559—561. M.Duncker, Gesιh. d. Altert. 9, p. 272 sqq. et p. 301 sqq.) [*](3 καὶ ὡς γυμνοὺς Hertlein 7 Κλεανδρίδας ὁ Ἀάκων F in titulo, unde ὁ Ἀάκων inserui v. 8 8 ἄγων Hertlein; ἀγαγῶών 10 προαισθόμενοι HP; προσαισθανόμενοι  F διʼ αὐτομόλου H 15 πρυσυγκείμενον Κ ; προκείμενον F 16 κηρύγματος Hertlein; συνθήματος W 21 ὑψηλὰ καὶ τὴν F τὴν στρατιὰν διαβιβάσας H|  προσέτι καὶ F] καὶ προσέτι M V, cf. 5, 2, 2.)

90
τόπον τῆς μάχης δεικνύων αὐτοῖς, ὅτι αὐτοὶ μὲν ἐν τῷ αὐτῷ μείναντες διὰ τοῦτο ἐνίκησαν, οἱ πολέμιοι δὲ πολὺ ἀπʼ ἀλλήλων πεσόντες τοῦτο ἔπαθον τῷ μὴ μένειν, ἀλλὰ διεσπάσθαι. ταῦτα διεξιόντος πρὸς τοὺς Θθουρίους, ἐπεφάνησαν οἱ Ἀευκανοὶ πολλῷ πλείονα δύναμιν ἔχοντες. ὁ δὲ ἐκ τῆς εὐρυχωρίας ἐς στενόπο- ρον χωρίον ὑπεξήγαγε τὴν ἑαυτοῦ στρατιὰν, ἵνα τὸ πλῆθος τῶν πολεμίων ἀχρεῖον κατασκευάσας ἴσους τοὺς αὐτοῦ στρατιnώτας (ἐν) τῇ στενότητι τοῦ τόπου πρὸς τὸν κίνδυνον καταστήσῃ· καὶ δὴ πάλιν Λευκανοὺς ἐνίκησαν οἱ Θούριοι.

[*](ante 445)

Κλεανδρίδας τοὺς ἀρίστους Τεγεατῶν λακωνίζειν [*](e.8,4) ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃῶώσας, τὰ δὲ τῶν ἄλλων λυμηνά- μενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας ἐς δίκην προδοσίας ὑπήγαγον· οἱ δὲ ἁλῶναι δείσαντες τὴν ψῆφον προλαβόντες προέδωκαν τὴν πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι φόβῳ βια- σθέντες.

[*](post 443)

Κλεανδρίδας Λευκανοῖς πολεμῶν ὑπερέχων ἡμιολίῳ [*](e.17,2) πλήθει λογισάμενος ὡς, εἰ φανερὸν τὸ πλῆθος γένοιτο τοῖς πολεμίοις, ἀναχωρήσουσι [μὴ| διακινδυνεύσαντες, τὴν φάλαγγα συνήγαγεν ἐς βάθος. ἐπεὶ δὲ Λευκανοὶ καταφρονήσαντες ὡς ὀλίγων ἐπὶ μῆκος ἐξέτειναν τὰ [*](Cap. 10. ς 4. Cf. Pront. 2, 3, 12.) [*](3 τῶ D; τοῦ F 4 διεσπάσθαι H; διασπᾶσθαι F 5 πλείονα P2 ; πλεῖον F; πλείω vulg 9 τοὺς αὐτοὺς F ἐν del. Hertleιn coll. 1, 32, 1 12 τῶν Γεγεατῶν H 14 μόνων R, Patnkis; μόνα Hertlein λυμαινόμενος H 16 ὑπῆγον H 18 τῷ φόβῳ H 22 [μὴ] inseruit Κ.)

91
ζυγὰ ὑπερφαλαγγῆσαι πειρώμενοι καὶ βουλόμενοι καὶ * ἦν αὐτοῖς ἡ ἀναχώρησις ἡπλωμένης τῆς φάλαγγος, παρήγγειλε τοὺς ἐπιστάτας μεταβαίνειν εἰς παραστά- την· πολλῷ δὲ ποιήσας ὑπερμηκεστέραν τὴν τάξιν ὑπερεφαλάγγησε τοὺς Λευκανούς. οἱ δὲ κυκλωθέντες, βαλλόμενοι πανταχόθεν πάντες ἀπαώλοντο πλὴν ὀλίγων, οἳ] διεσῶώθησαν αἰσχρῶς φεύγοντες.

Κλεανδρίδας Θουρίοις ἐλάττοσιν οὖσι παραγγέλλων [*](post 443) μὴ συμβάλλειν πλήθει πολεμίων ἔφη ὅπου μὴ ἐξαρκεῖ ἡ λεοντῆ, τότε χρὴ καὶ τῆς ἀλωπεκῆς προσράπτεινʹ.