Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](391)

Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα᾿ , ἔφη, εἶεν ἂν ἐσπαρκότες.

[*](378)

Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις ὁμοῦ παρε- [*](e.17,1) τάσσοντο· τὸ μὲν δὴ κοῦφον καὶ πελταστικὸν τοῖς Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν [*](Cap. 1. Cf. Hertzberg, Das Leben des Königs Agesilaos II. von Sparta, Halle 1856, p. 226. — J. p 535— 545.) [*](Cap. 1. § 1. Cf Xenopb. Hellen. 4, 6, 13 et Plut. vita Ages. 22 s. fin.) [*](Cap. 1. § 2 Cf. Diod 15, 32, 4 sq.; Coro. Nep. Chabr. 1. 6 ὑφʼ ὑμῖν Hertlein 9 προσῄει F] ἀπῄει W ex Xenoph. 10 ἐβουλεύοντο F] ἐβούλοντο C 11 ἐπέτρεψεν scripsi cum M ; ἐπέστρεψεν F; ὑπέστρεψεν vulg. R; ἀπέτρεψεν Pat W || 12 ἐπιθυμήσονται R || 13 φοβηθήσοιντο K.)

61
ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη- βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τάς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα- πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα- τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι.

[*](14,3)

Ἀγησίλαος περὶ Κορώνειαν ὅσον οὔπω παρετάσ- [*](394) σετο· ἧκέν τις ἀγγέλλων τέθνηκε Πείσανδρος ὁ ναύαρχος Δακεδαιμονίων ἡττηθεὶς ὑπὸ Θαρναβάζουʼ. ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις ῾  τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Δακεδαι- μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃʹ. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο.

[*](e.45,2)

Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον διδόναι παρήγγειλεν.

[*](e.32,2)

Ἀγησίλαος ἐν Κορωνείᾳ Θηβαίους ἐνίκησεν, [*](394) [*](Cap. 1. § 3. Cf. Plut. vita Ages. 17.) [*](Cap. 1. § 4. Cf. Plut. apophthegm. Lacon. Ἄγιδος τοῦ Ἀρχιδάμου 12.) [*](Cap. 1. § 5. Cf. Xenoph. Hellen. 4, 3, 20; Plut. Ages. 19.) [*](3 προτειναμένους F H; προτεινομένοις Vulg. 4 προσερει- σαμένους P; affigant V; προερεισαμένους F; προερυσαμένους M; προερυσαμένοις vulg. 7 Κορωνίαν (id. 17. 20) 8 ἀγγέλων F ὅτι τέθνηκε vulg ; ὡς τ. H 10 ἐμπέσοι F] ἐμπέσει M; ἐμπέσῃ Plutarch.; ἀθυμήσῃ H | 14 προῆλθεν Plutarch. H vulg.; προσῆλθεν F ἐστεφανωμένους F1 ἔθυσεν χαριστήρια H 17 παρετάσσετο H 19 παρήγγελλεν K 20 Ἀθηναίους HF, sed W praefert Θηβαίους cum Xenoph., codice Fermati παρεκβολῶν, Wess. ad Diod. 12, 34; simliter2, 1, 24 Ἀθήνας M pro Θήβας; Ἀθηναίους καὶ Βοιωτούς Cas.)

62
ἤγγειλέ τις οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεαώνʼ· ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι, οἷ καὶ βούλοιντο, ὡς ἄρα εἴη σφαλερὸν συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.

[*](395)

Ἀγησίλαος ἐπὶ τῆς Ἀσίας τοὺς στρατιώτας ἔπεισε καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι- δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν πρὸς οὓς μὲν τὸν ἀγῶνα ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα᾿.

[*](377)

Οἱ σύμμαχοι Λακεδαιμονίους ᾐτιῶντο αὐτοὶ μὲν στρατευόμεθα πολλοὶ, Λάκωνες δὲ ὀλίγοι᾿ . Ἀγησίλαος ἐν πεδίῳ προσέταξεν ἰδίᾳ μὲν καθίσαι τοὺς Λάκωνας, ἰδίᾳ δὲ τοὺς συμμάχους. οἱ μὲν δὴ κριθέντες ἐκά- θηντο. κήρυξ δὲ ἠγόρευεν· ἀναστάντων οἱ κεραμεῖςʼ· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. ῾ δεύτεροι οἱ χαλκεῖςʼ· ἀνέστησαν πολλοί. τρίτον οἱ τέκτονεςʼ· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. [*](Cap. 1. § 6. Cf. Plut vita Ages. 9. et apophthegm. Lacon. Ages 13; Athen. 12 p. 550 e; Front. 1, 11, 17.) [*](Cap. 1. § 7. Cf. Plut Ages. 26 et apophthegm Lacon Ages 72.) [*](1 ἤγγελλε H; ἠρώτων Xenoph. || συμφεύγουσιν HF; confugiunt V; φεύγουσιν vulg τὸν νεὼν] τὸν νεὼν τῆς Ἀθηνᾶς vulg. ex Plut. Ages. 4 ἀναμαχουμένοις Hertlein 5 ἐποίησε Patakis 10 εἶπε vulg. || 15 οἱ μὲν διακριθέντες K cum Cas. || κάθηντο P || 18 τρίτοι Maasvic.)

63
οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας.

Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη καὶ τὴν βασιλέως [*](396) ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ ἀνοχαὶ τρεῖς μῆνες, ἐφʼ τε βασιλέα πεῖσαι, ὅσαι πό- λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ- σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά- χων᾿. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα- τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους.

[*](e.29,3)

Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποι- [*](395) οὺς, ὡς ἐξαπατῶν Tισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν.

[*](e. 24,2)

Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλε. τῶν δὲ [*](391) ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν [*](Cap. 1. § 8. Cf. Xenopb. Ages. 1, 10; Hellen. 3, 4, 5 sq. 11 sq ; Corn. Nep vita Ages 2, 3 sq.) [*](Cap. 1. § 9. Cf Xenopb Hellen. 4, 3, 20; Plut Atges. 9. 10; Corn Nep. Ages 3; Front. 1, 8, 12.) [*](Cap. 1. § 10 Cf Xenopc Hellen. 4, 6, 5 sq.) [*](4 τι. σαφέρνης F littera post ι erasa 5 μῆνες vulg.; μῆνας F; εἰς τρ. μ Cas cf. 6, 53 6 καὶ δὴ del. R || 9 ἦν ὀρ Κ. cf. 2, 1, 14. 2, 3. 13 10 ἐστρατήγησε λέγων vulg 16 ἐπὶ τὰς CΚ ¦ 17 μὲν F H ; μὲν γὰρ vulg 19 τισ(erat τίσ)σαφερνη F || ὥρμησεν ἐπὶ H 21 κατέσχεν H.)

64
ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ- νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν.

[*](377)

Ἀγησίλαος πυθόμενος Θηβαίους τὴν κατὰ Σκῶλον πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε. Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν.

[*](377)

Ἀγησίλαος ἐπόρθει τὴν Θηβαίδα. οἱ [Θηβαῖοι] [*](cf.e.47,3) κατελάβοντο λόφον ὑπὲρ τῆς ὁδοῦ δύσβατον, καλού- μενον Γραίας ἕδος, ὥστε ἦν καὶ τὸ παρατάσσεσθαι [*](Cap. 1. § 11 Cf Χen. Hellen. 5, 4, 48 sq.) [*](Cap. 1. § 12. Cf. Xen. Hellen. 5, 4, 49 sq.) [*](5 ρ΄ϡ΄ στάδια F; ρ΄ξ΄ Κ ex Xenoph 12. 15 Θεσπείαις et Θεσπείας F; Θεσπιαῖς et Θεσπιὰς Κ: cf. ad 2, 5, 2 et Eustath. ad Iliad. 2, 498 || 15 ταύτῃ F; ταύτην vulg. 16 ἡμέρᾳ μιᾷ Schneider ad Xenoph. Hellen. 5, 4, 48 et R; ἡμέραις δύο F; ἡμέρας δύο M; δυοῖν ἡμερῶν ὁδὸν ἐν μιᾷ ἀνύσας K 17 ἐρή- μην F]  ἔρημον M: cf. 5, 4. 5, 6 et 3, 9, 36. 4, 6, 16. 7, 17, 7 18 οἱ [Θηβαῖοι]  W; οἳ F 19 κατελάβοντο Dindorf. in Steph thes. II 748 B; κατέλαβον τὸν F καλούμενον m; καλέσας F: ὃν καλοῦσι Κ: cf 1, 5. 7, 39; καθʼ ὃ ἦν R 20 Γραίας Wesse- ing. ad Anton. Itin p. 327, cf. Schneider ad Xenoph Hellen. 5, 4, 50 et Steph Byz. s. v. Τάναγρα; ῥέος F; cf J. p. 539.)

65
δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν- των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν.

[Ἀγησίλαος,] ἐν Λεύκτροις Λακεδαιμονίων πολλῶν [*](371) ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναινομοθέτης. ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ τοὺς παλαιοῖς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην.

Ἀγησίλαος, ἐν τῇ Σπάρτῃ στάσεως γενομένης, [*](369) ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή- χανον, ἐν τῷ πολέμῳ καὶ στάσις — οὐ μὴν αὐτὸς ἔδει- σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῖ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ πρὸς τὸν λόφον ἐλθών οὐκ ἐνταῦθα᾿ . ἔφη, ὦ νεανίαι, ὑμᾶς ἔταξα· ἀλλʼ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον᾿ , ἕτερον δείξας, ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ [*](Cap. 1. § 13. Cf Plut. Ages. 30; apophth. reg. et imp. Ages. 10; apophth. Lacon. Ages. 73.) [*](Cap. 1. § 14. Cf. Plut. Ages. 32; Corn. Nep. Ages. 6, 2.) [*](1 προχωρεῖν Heringe ; procedere V; προσχωρεῖν F 3 Θη- βαίων Hertiein: cf. ad 2, 30, 3; Θηβῶν F 7 [Ἀγησίλαος,] in- serui 8 λιπόντων vulg ; διαλιπόντων F; δὴ λιπόντων W 10 ἐπειδὴ F] ἐπεὶ δὲ C 12 γενομένης τῶν μὲν ὁπλιτῶν R 14 Ἰσσωρίας Meursius;  ἐσορίας F; Ὀρθείας vulg. || 16 ἔν τε τῷ πολέμῳ καὶ στάσει mutata interpunctione 18 ὂν vulg.; om. 19 πολλῷ] confert Abresch πολλῶ τῷ ὀφθαλμῷ βλέπειν; φαιδρῷ Κ ; ἁπλῷ Roth cf. 8, 8. 8, 23, 15 20 νεανία F.)

66
φρουρεῖτε᾿ . οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά- νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν.

[*](369)

Ἀγησίλαος, πολλῶν αὐτομολούντων καὶ τῆς στρα- [*](e.34,2) τιᾶς περιδεῶς ἐχούσης, ἵνα λανθάνοιεν τοὺς μένοντας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν ἀνὰ τὰς στιβάδας καὶ τὰ συσσίτια τὰς ἐρριμμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι- νομένων.

[*](396—394)

Ἀγησίλαος ἐπολιόρκει Φώκαιαν χρόνῳ μακρῷ καὶ [*](e.54,3) οὔτε τὴν πόλιν ἑλεῖν ἴσχυεν καὶ τοῦ χρόνου τὴν τριβὴν οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ- κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ Φωκαέων ἄστυ κατελάβετο.

[*](394)

Ἀγησίλαος Μακεδονίαν διοδεύων ἔπεμψε πρὸς [*](e.15,2) Ἀέροπον Μακεδόνων βασιλέα ἐπὶ τῇ διόδῳ σπενδό- μενος. Ἀέροπος οὐκ ἐσπείσατο, αὐτὸς φήσας ἀπαν- [*](Cap. 1. § 15. Cf. Plut. Ages. 32.) [*](Cap. 1. § 16. Cf. Front. 3, 11, 2.) [*](Cap. 1. § 17. Cf. Polyaen. 4, 4, 3.) [*](2 οἷ Casaub.; οἷς F; ὡς quemadmodum V: cf. 2, 1, 5 8 πέμ- πων K 11 ζητῆται H || 14 Φώκαιαν scripsi; Φωκέων F; Φω- καέας Heringa; Φωκέας vulg. Front. 3, 11, 2 A. cum Phocenses (Phocaenses?) obsideret 18 21. Φωκαέων F] Φωκέων vulg. 24 αὐτὸς F] καὶ αὐτὸς M; ἀλλʼ αὐτὸς K.)

67
τήσειν, τὸ[δὲ]ἱππικὸν ἐξέταττε πυθόμενος ἱππέας ὀλίγους εἶναι τῷ Λάκωνι. ὁ δὲ, ἵνα δόξειε τῶν ὄντων πλεί- ονας ἱππέας ἔχειν, τὰ μὲν πεζὰ τέλη προέταξεν· ὄπι- σθεν δὲ τοὺς ἱππέας, ὅσους εἶχεν, ἐς διφαλαγγίαν ἐπί- στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἴποντο. τούτοις ἐπο- χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο.

Ἀγησίλαος ἐστρατοπέδευεν ἐν Βοιωτίᾳ. τῶν συμ- μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο- μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὐτοῦ σύμ- μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ- μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο.

[*](e.32,3)

Ἀγησίλαος Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λα- [*](394) κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα- μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων.

Ἀγησίλαος παραταξάμενος ἰδὼν ἐθελοκακοῦντας [*](Cap. 1. § 18. Cf. Froni. 1, 11, 5.) [*](Cap. 1. § 19. Cf. Front. 2, 6, 6.) [*](1 [δὲ]  add. Rud. Schoell || 3 ὄπιθεν F || 5 ἀνέμιξεν P, marg.; ὑπέταξεν H; ἀνέμεινεν F || 6 ἐπεπαύοντο K || τούτοις K, quod probavit Hertlein (Iahnii annal. 1861, p. 251 coll. 7, 10); τούτων F 7 ὅπλησιν F || 12 ὑπαπορρεόντων Hertlein (Iahnii annal 1861, p. 251) || 13 αὐτοῦ F || 22 φόνος corr F1 ex φόβος μόνων F] μόνον HM.)

68
τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι- χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη- γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε- μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν ἀνδρείως ἀγωνίζεσθαι.

[*](377)

Ἀγησίλαος ἐμβαλὼν ἐς Βοιωτίαν δῃοῦν καὶ δεν- δροτομεῖν τὴν χώραν ἐκέλευσε τοῖς συμμάχοις· τῶν δὲ ὀκνούντων παρήγγειλεν ἀπέχεσθαι δῃώσεως, τὰς μέντοι μεταστάσεις τοῦ στρατοπέδου δὶς καὶ τρὶς τῆς ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί- ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὐτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι.

[*](361/60)

Ἀγησίλαος ἐν Ἀἰγύπτῳ Νεκτανεβῷ συμμαχῶν ἐς χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλʼ ἐνέμεινεν, ἕως περιετα- φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε- βόησεν οὗτος τῆς ἀλκῆς ὁ καιρός᾿ , καὶ διὰ τοῦ στό- ματος ἐξώρμησεν κατʼ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι.

[*](Cap. 1. § 22 Cf. Plut Apges. 39; apophth reg. et imp. Ages. 11; apophth. Lacon. Ages. 78; Diod. 15, 93.)[*](10 μετὰ στρατοπεδο δὶς spatiis circa ternarum lilterarum relictis F1 ; μεταστάσεις τοῦ στρατοπέδου δὶς corr. F2 12 αὐτῶν F 13 ἄρα ἦν F] ἦν ἄρα M; ἦν vulg 18 ἐνέμεινεν P2 ; ἐνέ- μενεν F περιετραφεύθη F 19 ὀλίγου τοῦδε F; ὀλίγου του, διʼ οὗ Hertlein 21 ὁ del. Hertlein 22 κατʼ ὀλίγους F; οὐκ ὀλίγους vulg., Gutschmid. cf. 2, 25.)
69
[*](cf. e. 34, 1)

Ἀγησίλαος πρὸς Βοιωτοὺς παρετάξατο. ἦν ἀμφίρ- [*](394) ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ- ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὐτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ- τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Ἀακεδαιμονίων τὴν νίκην ἐχόντων.

Ἀγησίλαος ἀπὸ τῆς Ἀσίας ἐπανιὼν διὰ Βοιωτίας [*](394) ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, διʼ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν.

Ἀγησίλαος ἐς Θήβας ἐνέβαλε· Θηβαῖοι τὸ πεδίον [*](377) διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί- λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπʼ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ ἔχουσαν, εἴσω παρελθών τὴν χώραν τεμῶν ἐπανῆλθεν οὐδενὸς ἀντιστάντος.

[*](Cap. 1. § 24. Cf Front strat 1, 4, 3.)[*](6 αὐτῶν FP; τοὺς αὑτῶν vulg. || 13 τάξας F] τάξεις MD: cf. 5, 18; Herod 6, 111; Hertlein ad Χenoph Anab 4, 8, 11 | 14 καταλάβοιτο Rud. Schoell; καταλάβοιντο F || 15 Ἀθήνας M | 16 διὰ τοῦ τάχους F || 23 μεταβαλλόμενος F, corr. Κ et Patakis.)
70

Ἀγησίλαος ἐστρατοπεδεύσατο Ἀαμψάκου πλησίον. ἧκόν τινες ἐκ τῶν μετάλλων ἐκπεπηδηκότες Ἕληνες ἀγγέλλοντες, ὡς ἄρα Λαμψακηνοῖς πάντες μεταλλεύου- σιν οὕς ἄν λάβωσι. τὸ στράτευμα ἠγανάκτησε, καὶ πρὸς τὸ τεῖχος ὥρμησε διαρπασόμενον τὴν πόλιν. Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρῶώτων Ἀαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ- ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.

[*](369)

Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ [*](e.48,2) Θηβαίων, μέσου |τοῦ] ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν ἴὐρώταν προθυμου- μένους, δεδοικς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπῶν καὶ στρα- τηγὸν ἐπʼ αὐτῶν τὸν Θθάσιον Σύμμαχον, ἐντειλάμενος, Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς περὶ Σ.ύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες, [*](Cap. 1. § 27 Cf FPιont stat 1, 10, 3. Dod 15, 65.) [*](3 Ἀαμψακηνοῖς Hertiem et idem παρὰ pro ἄρα; Iαμψακη- νοὶ F ὡς ἄρα legitur 1, 43. 2, 1, 4. 2, 1, 27. 5, 3, 2 8, 22 πάντας Cas. μεταλλεύειν κελεύουσιν Malma 13 [τοῦ] R 14 εὺρῶτα || 23 αὐτὸς M ; αὐτοὺς F 24 ἐπεστησεν F; υπέστησεν vulg.)

71
διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ- πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.

[*](e.32,4)

Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλῶν ἔπεμψε κατά- σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι τῆς πćλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σῶώματα, ἀνέζευξεν ὡς ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα- χουμένων.

Ἀγησίλαος, ἐπειδὴ Ἀακεδαιμόνιοι κατακλεισθέντες [*](369) εἴσω τῆς Σπάρτης ὑπὸ Θθηβαίων οὐκ ἔφερον τὸ τει- χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλʼ ἐπεξελ- θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν ροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἡξίω- σαν ἐπεξελθόντες αὐτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὐ- τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων.

[*](e.42,2)

Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγε πολλὴν τῶν βαρ- [*](396) βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων· ὁ δʼ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους, δεδεμέ- νους γυμνοὺς προέταξε τοῦ στρατοπέδου. οἱ προσ- [*](Cap. 1. § 30. Cf. Front. strat. 1, 4, 2.) [*](5 προΐασιν F] προιᾶσιν vulg. 6 Post τέκ α lacunam statuit Luςgebil, Iahnii annal. suppl. V, p. 545 sq., qua suppl καὶ οἱ δοῦλοι vel tale quid; καὶ [πάντα| τὰ Rud. Schoell ||ἀνέζευ- ξαν F, ; corr. F.2 11 τῶν om. M 12 ἀποθνήσκειν F] ἀποθανεῖν M cf. 1, 17 2, 5, 1. 8, 49 et 2, 38, 1. 7, 46 13 ἀπέτρεψεν C ; ἀπέστρεψεν F 15 et 16 αὐτοὺς F 17 πολιορκούντων ορ- pugnatoribus V;  πολιορκηθέντων F ποιηθέντων F 21 βαρβά- ρους FH; βαρβάρων CΚ 22 γυμνοὺς Herttein coll. 3, 9, 62; μόνους F; γυμνοὺς μόνους H; μόνους del. K.)

72
χκείμενοι γνωρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

[*](394)

Ἀγησίλαος εἰς Μένδαν ἀττικίζουσαν λάθρα νυκτὸς παρελθὼν τὸ καρτερῶώτατον τῆς πόλεως κατασχῶῶν, τῶν Μενδαίων ἀγανακτούντων καὶ σπουδῇ συνελθόντων εἰς ἐκκλησίαν, ἐπιστὰς τῖ’, ἔφη, θορυβεῖσθε; οἱ γὰρ ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων. οἱ Μενδαῖοιάλλή- λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο.

Ἀγησίλαος τοὺς ἐνδόξους καὶ πολυφίλους αίχμα- [*](e.42,3) λώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ήξξίου τῶν πο [*](e.8,2) λεμίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν, οἷς διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. τούτοις ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.