Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα- καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.

[*](Cap. 4. Cf. Plutarchi vita Thes 5 et J. p. 424.)[*](3 τὸ ἱππικὸν ἀχρεῖον ἦν F]  ἦν ἀχρεῖον (vel ἀχρεῖον ἦν) τὸ ἱππικὸν vulg 4 Κηφισσὸς vulg. 8 ἀπεκείρατο F et Plutarch.; ἀπεκείρετο et V abradere solebat 9 comma post ἐκείροντο posuit, ut subaudiatur παρὰ τούτοις R || κούρα F] κουρά δὲ M vulg. || 10 ζηλοῦσι δὲ R 11 Ὅηρος ᾄδον F] ᾄδων Ὅμηρος vulg. 12 ὄπιθεν Hom. Il 2, 542; ὄπισθεν F.)