Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν [*](Cap 47. § 1. Cf. J. p 444 sq.) [*](Cap. 47. § 2. Cf. Diod. 13, 66 sq.; Xenoph. Hellen. 1, 3, 18 sq.; Plut. Alcib. 31.) [*](3 θράσυλλος F2 || 4 θρασύλλος F (id. 11. 15) || 8 Punctum post παραθέουσαν ponendum, delendum post τριήρους censuit R || 9 τῆς ἑτέρας τριήρους seclusi || 11 οἱ περὶ Ἀναξίλαν vel Ἀναξίλαον W esseling ad Diod 13, 66. R; οἱ περὶ ἀναξίαν οἱ F; περὶ ναξίαν οἱ vulg || 16 [τῆς] αὐτῆς R; αὐτῆς F 19 Χώνων F2 || 20 Κόνων H; Κωνων F et sic in seqq || καταλιπόμενος F.)

55
ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

[*](e.57,2)

Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις [*](406) ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα- σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν [*](395) Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

[*](Cap. 48. § 2. Ex Ephoro coll Diod. 13. 77.)[*](Cap. 48. § 3. Ex Ephoro coll iod. 14. 81, 4— 6; 82, 2; 83, 1; 86, 6.)[*](4 προαισθόμενοι CM ; προαισθανόμενοι F || 7 Καλλικρατίδα F || 9 διεσπασαένων F] διεσπαρμένων M D; ἀπεσπάσθησαν Diod 21 δεκασθέντες Κ Patakis (ι = δεκα); ασθέντες F ante α spatio trium fere litterarum relicto in quo β ι suppl F2; βια- σθέντες vulg.)
56
[*](406)

Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα- [*](e. 47,2 57,3) κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ- κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα- σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ- γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους — οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον — καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων.

Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, [*](e.57,4) ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνταισκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν [*](Cap. 48. § 4. Cf. Xenoph. Hellen. 1, 6, 20.) [*](4 ναῦς post ταχυναυτούσας W addidit cum H; om. F; τῶν νεῶν vulg. || 7 προσιούσης Κ: cf. 7, 49 8 οἱ μὲν [γὰρ] R || 9 πῦρ ἀνέκαιον ||| cum alii ignem incenderent V;  πυρὰν ἔκαιον ὅ || δεῖ- πνον παρεσκεύαζον (simil. R); πυράν ἀνεσκεύαζον F dittogr., cf. 2, 2, 8; Xenoph. τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι 10 καὶ del. Κ || 12 ἄμφω δὲ σωθῆ F || 16 σκοπῶν F 17 τριήρη vulg.; τριήρει F; ὁμοίαν τῆς ἐκείνου ἑτέραν κατασκευάσας H || 18 στρατηγὸν M V || 21 ὡς ἐπὶ Patakis.)

57
στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.