Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 9,1)

Δύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](405) τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου.

[*](e. 31, 1)

Ἐν Ἀἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν [*](405) ἐφʼ ᾧ τε ναυμαχεῖν , Δύσανδρος ὁ Δάκων οὐκ ἀνταν- [*](Cap. 44. Cf. Xenopn. Hellen 1, 6, 36.—J. p. 534 sq.) [*](Cap. 45. § 1 (Cf. Plut. Lysand. 8.) [*](Cap 45. § 2. Cf. Plut Lysand. 11; Xenoph. Hellen 2,1,28 ; Front 2, 1, 18.) [*](15 συγκαταλύσειν H Plut.; συγκαταλύειν F 17 συμπράσ U+00AF σειν om. H ἐπηγγείλετο F 21 τοῦ Δυσάνδρου H.)

52
ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον- τες· Δύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Δύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Δάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλό τι ἔδρα, γυμνοὶ πάντες. οἱ Δάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί- κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

[*](405)

Δύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

[*](405)

Δύσανδρος ἐκράτησε Θασίων, παρʼ οἷς ἦσαν ἀτ- τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Δάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν- αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ- γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων [*](Cap. 45 § 3. . Plut Lysand. 8 et Apophthegm. Lac. Lys. 4; Diod. fr. 10, 9, 1 (Dind.); Aelian. v. h. 7, 12.) [*](Cap. 45. § 4. Cf Corn. Nep. Lys. 2.) [*](5 ὑπεσήμηνεν scripsi; ὑπεσήμαινεν F, ὑπεσήμανεν H 7 καὶ οἱ μὲν H ἀνεπαύσαντο H 10 αἱροῦσιν οὖν αἰχμαλώτους ἄνδρας Cas.: αἰχμαλώτους de navibus usurpatum 2, 11. 3, 10, 13. 4, 6, 9 13 παρήγγελλεν K, Patakis; παρήγγειλεν F; ἐκέλευε Plut. Lys. et ἔλεγε idem in apophthegm ; ἀπεφαίνετο Diod. 14 πολεμίους δὲ] τοὺς δὲ ἄνδρας Plut., Aelian., Diod., Dio Chrys. or. 64, p. 640 C 16 πολλοὶ κρυπτόμενοι πολλοὶ τοῦ F [ φόῳ] add. D post Δάκωνος 20 προσῆκον Κoen ; προσῆκεν F; προσήκει R.)

53
καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπών ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ- πασθέντας ἀποσφαγῆναι.

Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομέ- [*](404) νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατʼ αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα- φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο- δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.