Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](457)

1 Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης [*](Cap. 34. § 2. Cf. Plut. vita Cimon. 9.) [*](Cap. 35. § 1. Cf. Front. strat. 2, 4, 11.) [*](2 ἐνδοῦναι F1 || 5 φίλιον F] φίλον M; προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους Diod , sed idem Κίμων ὡς φίλιος προσδε- χθεὶς; cf. tamen ad 5, 40 6 καὶ om. F vulg. 9 εἶχε ut vi- detur Μ; πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες Plut. 11 κάνδυς, στρεπτὰ V vestes torques; κανδύστρεπτα F; καὶ δίστρεπτα M.)

37
Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δʼ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ- ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ῾ νικῶ- μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προ- [*](457) ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ῾ὁρᾶτε᾿ , ἔφη, τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε- μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω- κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.᾿  οὕτως ἄρα πείθονται μένειν· καὶ προ- ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Δοκρῶν.