Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.14,1)

Δεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμα- [*](479) χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἔλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Δεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.