Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](480)

Ἀθηναίοις ο θεὸς ἔχρησεν

  • ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν.
  • Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων τά γε τῶν πολεμίωνʼ, ἔφη· οὐ γὰρ ἄν θείην τὴν Σαλαμῖνα ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων.᾿  τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο.

    [*](480)

    Τοῦ θεοῦ χρήσαντος

  • τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς
  • [*](Cap. 29. § 2. Holm Ι, p. 427, not. ad p. 242.) [*](Cap. 30. § 1. Cf. Herod. 7, 142. 143; Plut. vita Themist. 10. — Schmidt, das Pericleische Ζeitalter II, p. 354.) [*](Cap. 30. § 2. Cf. Herod. 7, 141—143; Plut. yita Them. 10; Corn. Nep. Them. 2, 7.) [*](2 εὐγενῶν HM ut coni. Cas.; συγγενῶν F vulg.: cf. Niebuhr hist. Rom. I, not. 821 || 3 πολλαῖς ἡμέραις H  4 τιμήσας προ- εδρίᾳ Valckenarius in Stephani thes. l. gr. VI, 1687 A; similiter R τιμήσας προεδρίαις; τιμῆς προεδρίας F; τιμῆς καὶ προεδρίας H || 11 τά γε R; κατά γε 12 ἐστὶν ante ἔφη inserunt Cas. K || 13 ἀπολύειν F 15 καὶ ἡ νίκη Pierson p. 438; καὶ ἡνίκα F; ἡνίκα δὲ vulg. || 17 εὐρύωπα F.)
    31
    οἱ μὲν ἄλλοι Ἀθηναῖοι τειχίζειν τὴν ἀκρόπολιν ἠγό- ρευον, Θεμιστοκλῆς δὲ ἐς τὰς τριήρεις ἐμβαίνειν, ὡς ταύτας οὔσας τὸ ξύλινον τεῖχος τῶν Ἀθηναίων. ἐπεί- σθησαν, ἐνέβησαν, ἐναυμάχησαν, ἐνίκησαν.

    Θεμιστοκλῆς ἐναυλόχει περὶ Σαλαμῖνα· τοῖς Ἕλ- [*](480) λησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιν- νον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατʼ εὔνοιαν δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ.

    [*](e.32,1)

    Οἱ Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύον- [*](480) ται πλεῖν ἐφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων ῾βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία᾿ . πέμπει δὴ [*](Cap. 30. § 3. Cf. Herod. 8, 75; Plut. Them. 12; Diod. 11, 17; Corn. Nep. Them. 4, 3; Ιustin. 2, 12, 18; Front. strat. 2, 2, 14. — Schmidt. l. l. p. 354.) [*](Cap. 30. § 4. Cf. Herod. 8, 110; Plut. Them. 16; Diod. 11, 19; Corn. Nep. Them. 5, 1; Front. strat. 2, 6, 8; lustin. 2, 13, 5. — Schmidt. 1. 1. p. 138.) [*](4 ἐνέβησαν Hertlein, Ιahnii annal. 1867, p. 606; ἐπέβησαν F || 6 Θεμιστοκλῇ F 8 εὐνοῦχος F] εὔνους τῷ Θεμιστοκλεῖ Plut. Them. 12; οἰκέτης, παιδαγωγὸς, servus vocatur apud Plut.. Diodor., Corn. Nep., lustin.. Clem. Alex. Paed. 1, 7; itaque Polyaenum aut corrupto Plut. codice usum esse aut male respexisse verba Plut. cap. 16 τινὰ τῶν βασιλικῶν εὐνοῦχον censuit W (ne emen- dare coneris, cf. p. 32, 1 εὐνοῦχον ἄλλον); aliter de hac Polyaeni et Plutarchi discrepantia iudicavit A. Schmidt, l. l. τοῖν παι- δοιν F| τῶν παίδων Seybold; cf. Herod. 8, 75 10 δῆθεν D et W 12 συνέτριψεν M et Maasvicius; συνέστρεψεν F || 17 ἀπο- λειφθεὶς F.)

    32
    πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγῶν ᾤχετο· Θεμι- στοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

    [*](479)

    Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Δά- κωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Δάκωνας ἔξαρνος, ἡ μὴν οὐκ ἐγε- ρεῖσθαι τὸ τεῖχος. εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.ʼ οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστʼ ἄν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπαν- ῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτει- χίσθησαν Ἀθῆναι Δακεδαιμονίων ἀκόντων.

    [*](483)

    Θεμιστοκλῆς ἐν τῷ πρὸς Αἰγινήτας πολέμῳ μελ- [*](Cap. 30. § 5. Cf. Plut. Them. 19; Thucyd. 1, 90 sqq.; Corn. Nep. Them. 6 sq.; Diod. 11, 39 sq.; lustin. 2, 15; Front. strat. 1, 1, 10 — A. Schmidt II, p. 300 sq.; A. Schaefer, Mus. Rhen. 34, p. 616 sqq.) [*](Cap. 30. § 6 eadem tradit, quae fragmentum papyri Aegypt.. quod primum ed. Blase, Hermes 15, p. 373, ad Aristotelis Ἀθη- ναίων πολιτείαν iure retulit et partim e Polyaeni loco sup- plevit Th. Bergk, Mus Rhen. 36, p. 87. Cf H. Landwehr, Pap. Herol. Nr. 163 Musei Aegyptiaci, Gothae 1883, p 31, § 4.) [*](1 ἀρσάκης F; Ἀρνάκην Plut. 2 προαγορεύοντα F] προσαγ. vulgo; προαγορεύσοντα K 6 ἤγειρον Κ ; ἤγειραν F 8 ἦν] οὗτος add. vulg , sed cf. 7, 12; Χenoph. anab. 6, 1, 8 || 9 ἐγείρεσθαι 11 ἐμὲ κατασχόντες Maasv.; μετασχόντες F.)

    33
    λόντων Ἀθηναίων τὴν ἐκ τῶν ἀργυρείων πρόσοδον, ἑκατὸν τάλαντα, διανέμεσθαι κωλύσας ἔπεισεν ἑκατὸν ἀνδράσι τοῖς πλουσιωτάτοις ἑκάστῳ δοῦναι τάλαντον· κἄν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνά- λωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιή- σαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο.

    [*](e.s,1)

    Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέ- [*](480) λευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοῖς πατέρας᾿. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.

    Θεμιστοκλῆς φεύγων Ἀθηναίους νεῶς ἐπιβὰς [*](467-466) ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκου- μένην ὑπʼ Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπεί- λησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι· ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω [*](Cap. 30. § 7. Cf. Herod. 8, 22;Plut.Them. 9;lustin. 2, 12, 3.) [*](Cap. 30. § 8. Ex Thucyd. 1, 137 coll. Plut. Them. 25, Corn. Νep. Them. 8, 6.— De fontibus cap. 30 cf. J. p. 433-436.) [*](1 ἀργυρίων F; corr. Hertlein 7 κατέστησεν vulg ; κατε- σκεὐασε 12 τοὺς τοίχους F H; τοῦ τείχους vulg.; τους λίθους m, ut est ap. Herod. et Plut.; saxis proscribi curat lustin.; ἐπὶ τοῖς τοίχοις R et Heringa 21 πεισθεὶς αὐτὸν vulg. ex Thucyd. || 22 σωθείημεν K; σωθεῖμεν Hertlein μηδεὶς οὖν F; om. vulg.)

    34
    τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνε- χώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.