Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](488—486)

Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πο- λεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδῶν ἔπεμψε τοὺς κυκλωσομένους παραγ- γείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.

ΘΗΡΩN MIΔTΙΑΔΟΥ.

Σελινούντιοι Καρχηδονίοις παραταξάμενοι πολλῶν πεσόντων ἀτάφων κειμένων καὶ τῶν πολεμίων ἐπι- κειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακο- σίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἄν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι [*](Cap. 28. § 1. Unger, Mus. Rhen. 37, p. 183; Holm I, p. 415. Busolt, Mus. Rhen. 40, p. 156-160.) [*](Cap. 28. § 2. De tempore cf. Völkerling, de rebus Siculis etc. p. 8; Holm I, p. 153 et not. p. 400; Meltzer, p. 493.) [*](1 ὑπείκουσαν vulg ; ὑπήκουσαν F ; ὑπείκουσιν Valckenarius ap. Wyttenb. ad Iulian. p. 203 ed. Lips.; concesserunt V; ἀπῴ- κησαν Hertlein 4 χαλκηδονίοις F (id. 14)|| 7 ἰβηρίων F 8 ὄπι- σθεν παραγγείλας coni. 15 καὶ post πεσόντων add. vulg. || 19 τὴν del. Κ 20 ἄν del. Κ προσελθὼν F] προελθὼν vulg.)

29
κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει, ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τρια- κοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι. ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς τεμοῦντας ὕλην εἰς πυρκαῖὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς ήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν. οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θθήρων αὐτούς τε τοὺς φύλακας φονεύσαχ καὶ τῶν πο- λιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.