Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δα- [*](499) ρείῳ βασιλεῖ βουλόμενος ὠνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέ- την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνέγραψατο τῇ κεφαλῇ Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἱωνίαν ἀπόστησονʼ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθῶν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ιὠνίαν.