Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](ca. 541)

Πεισίστρατος ἀπʼ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν [*](e.4,1) Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε- μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. [*](ca.554) ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.

Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρ- ελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ὗκον· ὁ δὲ προῆλθε βου- λόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἥρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν [*](Cap. 21 ad § 1 priorem partem cf. Herod. 1, 62, ad alteram Herod. 1, 60.) [*](8 ἀπήντετο F; ἀπηντᾶτο vulg.; ἀπήντα K, forma media legitur etiam 192, 8. 278, 9, activa fere vicies; H hoc loco ἀπαντήσας 12 μεγάλην καὶ καλὴν Κ 14 Ἀθηνᾶ F vulg. (Ἀθη- ναίη Herod.)] ἡ Ἀθηνᾶ M: cum articulo 1, 10. 2, 3, 12. 6, 47. 7, 43. 8, 51. 8, 59, omisso art. 6, 51 κατάγοι F | κατάγει vulg. 16 κατέσχεν F cum genet. ut 4, 7, 6. 5, 2, 4; ἐκράτησεν D: cf. Schweighaeuser ad Appian p. 120 sq 19 ἦλθον M.)

23
αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἴνα πάντες ἐξακού- σειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δʼ ἐντεί- ναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύ- λου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.

Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ [*](560) Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει- σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη- σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή- σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ- ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν διʼ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.