Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](ca. 604)

Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν [*](Cap. 19. Ex Ephoro coll. Harpocr. s. v. Ἀπατούρια. - Cf Front. strat. 2, 5, 41; Conon, narrationes 39.) [*](Cap. 20. § 1. Cf. Plut. vita Sol. 8 et Ιust. 2, 7.) [*](5 Κελαινῶν schol. ad Aristoph. Acharn. 146, Pac. 890 || 6 ἐν μεθορίῳ vel ἐν μεθορίοις Hertlein 7 ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον Rud. Schoell; ἔχρησε τῷ Ξάνθῳ· τεύξαν ἀπάτην ὁ μέλας φόνον F; τάξιν ἀπάτῃ vulg.;.. . τεύξας ἀπά- την w. qui confert Hom. Od. 8, 276 τεῦξε δόλον φόρον, ᾿Ῥrae- dam C. L. Roth W 10 δεύτερος ἰὼν F| δεύτερον ἄγων vulg ; cf. schol. ad Aristoph. Acharn. 146 ἀδικεῖν αὐτὸν δεύτερον ἥκοντα, id. Pac. 890 ἀδικεῖς δεύτερος παραγενόμενος 12 διελαθεὶς F| διελασθεὶς vulg. 15 Ἀπατούρια Maasvicius; ἀπατηρίαν F 18 περγης σώμενοι (sic) F.)

21
῾τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστωʼ. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ δὲ. μανίαν ὑποκρίνεται καὶ προελ- θών εἰς ἀγορὰν ἐλεγεῖα ἦδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ἄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ     δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή- γοντο ἄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.

[*](e.28,1)

Ἤν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖ- νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπʼ αὐτῇ τῇ θα- λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με- γαρεῦσιν ῾ ἥν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε ᾿  . Μεγαρεῖς τῇ. ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον·  Σόλων δὲ τὰς μὲν λυναῖκας ἀναχωρῆσαι κελεύει, μει- μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠιόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἴ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα- [*](Cap. 20. § 2. Cf. Plut. vit. Sol. 8; Aeneas Poliorc. 4, 8; Ιust. 2, 8; Front. strat. 4, 7, 44 — A. Hug, Mus. Rhen. 32, p. 629 sqq.; B. Niese, Zur Geschichte Solons und seiner Zeit (Histor. Unters. Zum 25. Jubiläum A. Schaefers, p. 1 sqq.); J. p. 429 sq.) [*](1 ἐπὶ Σαλαμῖνος  [ἐπὶ] μάχῃ R1 ; ἐπὶ Σαλαμῖνος τιμωρία θάνατος ἔστω R 2 ἔστω ἡ ζημία coni. Cas., at cf. 2, 83 7 ἀχα- λάζοντες F 8 κατὰ κράτος, ut solet auctor, vulg.; ἀνακράτος F.)

22
σάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβη- σαν, τῆς Σαλαμῖνος ἐκράτησαν.