Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια.