Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο [*](2 οἱ οὖν R 5 μικροῦ F; corr. vulg. || 11 πολέμιοι F] Πελο- ποννήσιοι M 17 ἐπανατεινάμενος M 20 γὰρ οὐκ F] γὰρ M 22 ῥύμῃ Hercher; ῥώμη F προΐασιν Blume; προιᾶσιν F 25 κατεστήσαντο W coll. 1, 19. 6, 7, 2. 8, 4 et Ιuliano or. I, 16 D τιμὰς καταστῆσαι; ἀνεστήσαντο F ; ἀνέδησαν vel ἄνηψαν τὰς Hertlein; τιμὰς . . . . καὶ ἀνέστησαν τὸ (αὐτῷ Schömann) ἡρῷον Lugebit Ιahnii annal. suppl. V, p. 545 sq. probante Schoemann. Ιahnii ann. 1872, p. 148.)

20
τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.