Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Γενεὴ ενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων, ὡ Βράγχε τέκνον, ἥν καλοῦσι χρυσείην. ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ τρίτη δʼ ἀπʼ αὐτῶν τις ἐγενήθη χαλκείη, μεθʼ ἥν γενέσθαι φασὶ θείαν ἡρώων. πέμπτη σιδηρᾶ ῥίζα καὶ γένος χεῖρον. ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει· ἀγοραὶ δὲ τούτων ἡσαν ἐν μέσαις ὕλαις. ἐλάλει δὲ πέτρα καὶ τὰ φύλλα τῆς πεύκης, ἐλάλει δὲ πόντος, Βράγχε, νηὶ καὶ ναύτῃ, στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν ἐφύετʼ ἐκ γἦς πάντα μηδὲν αἰτούσης, θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη. μάθοις δʼ ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης ἐκ τοῦ σοφοῦ γέροντος ἡμῶν Αἰσώπου μύθους φράσαντος τῆς παλαιτέρας μούσης. ών νῦν ἕκαστον ἵνα θέῃς ἐνὶ μνήμῃ μελισταγές σοι, λῷστε, κηρίον θήσω, πικρῶν ἰάμβων σκληρὰ κῶλα συνθλάσας.

Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων

2
φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης. λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας αὐτῷ μάχεσθαι. ,,μεῖνον“ εἶπε, ,,μὴ σπεύσῃς ἄνθρωπος αὐτῷ, ,,μηδʼ ἐπελπίσῃς νίκῃ· τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχών γνώσῃ τί σοι πτοητόν ἐστιν. εἶτα τοξεύει μικρὸν διαστάς. χώ μὲν οἰστὸς ἐκρύφθη λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας ῶρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἰστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, ,,οὔ με πλανήσεις· φησίν, ,,οὐδʼ ἐνεδρεύσεις· ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φοβερός ἐστι γιγνώσκω.“

Ὅνι δεῖ ἐκ τῶν προσφερομένων γινώσκειν τὴν ἑκάστου διάθε. σιν. καὶ ὅτι ἡ σοφία τῆς δυνάμεως διαφέρει.

Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει, μὴ τῶν παρόντων τις ὑπέκλεψεν ἀγροίκων. ἠρνεῖθʼ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγρούς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τούς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν ,ὡς μάτην ἥκω· κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη,

3
ὅς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;“

Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπιστά (δεσπόται?).

Αἶγάς ποτʼ εἰς ἔπαυλιν αἰπόλος κλῇζων [ἐπὶ σηκὸν ἄγειν θʼ, ὡς αἱ μὲν ἡλθον, αἱ δʼ οὔπω,] μιᾶς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δʼ ἱκέτευε ,,μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας. ἡ δʼ εἶπε ,,καὶ πῶς ἔργον ἐκφανὲς κρύψω; τὸ κέρας κέκραγε, κἄν ἐγὼ σιωπήσω.“

Ὅτι τὰ δημοσίᾳ ἁμαρτηθέντα κατʼ οὐδένα τρόπον χρὴ κρύπτειν.

Ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει, ἀνείλετʼ· ὄψου δʼ ἔτυχε ποικίλου πλήρης. τῶν δʼ ἐχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων ὑπεξέδυνε δικτύου πολυτρήτου, ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.

σωτηρία πώς ἐστι καὶ κακῶν ἔξω τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ σπανίως ἴδοις ἄν ἐκφυγόντα κινδύνους.

Ἀλεκτορίσκων ἠν μάχη αναγραίων, οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις. τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης) ἔκυπτʼ ἐς οἴκου γωνίην ὑπʼ αἰσχύνης· ὁ δʼ ἄλλος εὐθύς εἰς τὸ δῶμα πηδήσας

4
ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει. καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας ἀπῆλθʼ ὁ δʼ ἄλλος ἀμφέβαινε θηλείαις, ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.

ἄνθρωπε, καὶ σὺ μή ποτʼ ἴσθι καυχήμων, ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης. πολλούς ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν.]

Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων λεπτῷ τε καλάμῳ τὸν γλυκύν βίον σῴζων μικρόν ποτʼ ἰχθύν ὁρμιῆς ἀφʼ ἱππείης ἢγρευσεν, οὐ τῶν εἰς τάγηνον ῥαίων. ὁ δʼ αὐτὸν οὕτως ίκέτευεν ἀσπαίρων· τί σοι τὸ κέρδος; ἠ τίνʼ ὧνον εὑρήσεις; οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην πρὸς τῇδε πέτρῃ φυκὶς ἔκυσʼ ἐμὴ μήτηρ. νῦν οὑν ἄφες με, μὴ μάτην ἀποκτείνῃς. ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις, τότʼ ἐνθάδʼ ἐλθών ὕστερόν με συλλήψψῃ.· τοιαῦτα μύζων ίκέτευε κἀσπαίρων, ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν· ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.“

Ἄνθρωπος ἕπον εἶχε. τοῦτον εἰώθει κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων ἐκεῖνος ἐλθών πρὸς τὸν ἵππον ὡμίλει ἄν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνήσκω.“

5
ὁ δʼ ,οὐ προάξεις;“ εἶπε ,,μή μʼ ἐνοχλήσῃς.· εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας πεσών ἔκειτο νεκρός, ὡς προειρήκει. τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων ἐπvʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους, καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. ὁ δʼ ἵππος ;;οίμοι τῆς κακῆς· ἔφη μγνώμης· οὐ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην, τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρεία.“

Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα πότερʼ ἀναβαίνειν μᾶλλον ἠ κάτω βαίνειν αίροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης εἶφʼ ,,ἡ γαρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη.“

Ὁ λόγος εὐθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὀδοῦ ἐκκλίνοντας.

Ἁλιεύς τις αὐλούς εἶχε καὶ σοφῶς ηὔλει, καὶ δή ποτʼ) ὄψον ἐλπίσας ἀμοχθήτως πολύ πρὸς αὐλῶν ἡδυφωνίην ἄξειν, τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως. ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, βαλών σαγήνην ἔλαβεν ἰχθύας πλείστους. ἐπὶ γῆς δʼ ἰδών σπαίροντας ἄλλον ἀλλοίως, τοιαῦτʼ ἐκερτόμησε, τὸν βόλον πλύνων. ,ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἥν ὑμᾶς πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“

οὐκ ἔστιν ἀπόνως οὐ καμόντα κερδαίνειν· ὅταν βαλών δὲ τοῦθʼ ἑλῃς ὅπερ βούλει, τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν.

Ὀμῦθος λέλεκται πρὸς τοὺς ματαίωςπαρἀτὸ δέον τι ἐργαζομένους.

6

Αἰσχρᾶς τις ἤρα καὶ κακορρύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθ’ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων λύχνοις ἐτίμα, καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν ηὔχεθ’ ίκέτευεν ἠρώτα, ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἡλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ ,,μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ. τούτῳ κεχόλωμαιʼ· φησίν ,,ῴ καλὴ φαίνῃ.“

[ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.

Ἀλώπεκʼ ἐχθρὰν ἀμπέλων τε καὶ κήπων ξένῃ θελήσας περιβαλεῖν τις αἰκίη, τὴν κέρκον ἂψψας καὶ λένον τι προσδήσας ἀφῆκε φεύγειν. τὴν δʼ ἐπίσκοπος δαίμων ἐς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει τὸ πῦρ φλέγουσαν. ὴν δὲ ληίων ὥρη καὶ καλλίπαις ἂμητος ἐλπίδων πλήρης. ὁ δʼ ἠκολούθει τὸν πολύν κόπον κλαίων, οὐδʼ εἶδεν αὐτοῦ τὴν ἄλωνα Δημήτηρ.

χρὴ πρᾷον εἶναι μηδʼ ἄμετρα θυμοῦσθαι. ἔστιν τις ὀργῆς νέμεσις, ἢν φυλαττοίμην, αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.

Θυμῷ χρῆσθαι κατὰ τῶν πέλας ἀμέτρῳ καλὸν οὐκ ἔνι.

Ἀγροῦ χελιδών μακρὸν ἐξεπωτήθη, εὐρεν δʼ ἐρήμοις ἐγκαθημένην ὕλαις ἀηδόνʼ ὀξύφωνον· ἡ δʼ ἀπεθρήνει

7
τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης. ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας, καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν. χἡ μὲν χελιδὼν εἶπε „φιλτάτη, ζῴεις; πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων· καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων. ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων· σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις. [ὕπαιθρον ὕλην λεῖπε, καὶ παῤ ἀνθρώποις ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.] τί σε δροσίζει πηκτὸς ἔννυχος στίβη, καὶ καῦμα θάλπει, πάντα δʼ ἀγρότιν τήκει; ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μηνύσῃς ὅπου γεωργοῖς κοὐχὶ θηρίοις ᾄσεις.“ τὴν δʼ αὖτʼ ἀηδὼν ὀξύφωνος ἠμείφθη· „ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, καὶ μή μʼ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω· οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.“

παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους· λύπη δʼ, ὅταν τις οἷς ποτʼ εὐθενῶν ὤφθη, τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ.

Ὅτι συμφέρει τῷ ἠδικημένῳ πόρρω γενέσθαι τῶν εἰς ἀνάμνησιν αὐτὸν φερόντων κακῶν.

Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας γεράνους σποραίων πολεμίας συνειλήφει. τοῦτον πελαργὸς ἱκέτευε χωλεύων (ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει)

8
,,οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. πελαργός εἰμι (χἡ χρόη με σημαίνει), πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων. τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.“ κἀκεῖνος ,,ὦ πελαργέ, τίνι βίῳ χαίρεις, οὐκ οἶδα“ φησίν· ,,ἀλλὰ τοῦτο γινώσκω, ἔλαβόν σε σὺν ταῖς τἆργα τἀμὰ πορθούσαις. ἀπολῇ μετʼ αὐτῶν τοιγαροῦν, μεθ᾿ ὧν ἥλως“

[κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ, κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς.]

Ὁ λόγος διδάσκει φεύγειν ἡμᾶς τὰς τῶν πονηρῶν ἀνθρώπων κοινωνίας, ἵνα μὴ τῇ αὐτῶν κακίᾳ συναπολώμεθα.

Ἄρκος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει· νεκρὸν γὰρ αὐτοῦ σῶμʼ ἔφασκε μὴ σύρειν. πρὸς ἣν ἀλώπηξ εἶπε „μᾶλλον ᾑρούμην εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου.“

ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.

Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει. ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων· — μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη — τέλος δʼ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ. ὁ δʼ ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ

9
,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις.“

Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξου- σίων εἰς ματαιολογίας καὶ ἔριδας.

Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη κλαίοντι ,,παῦσαι, μή σε τῷ λύκῳ ῥίψω.“ ὁ λύκος δʼ ἀκούσας τήν τε γραῦν ἀληθεύειν νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων, ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. λύκαινα δʼ αὐτὸν ἡ σύνοικος ἠρώτα „πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθεις;·“ ὁ δʼ εἶπε „πῶς γάρ, ὃς γυναικὶ πιστεύω;“

Διδάσκει ἡμὰς ὁ μῦθος ὅτι οὐ χρὴ πᾶσι πιστεύειν, γυναικὶ δὲ μάλιστα μεγάλα καὶ πάμπολλα ἐπαγγελλομένῃ. πρὸς τὸν κεναῖς ἀπάταις (ἐλπίσιν Menas) ἐξαπατηθέντα.

Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων, ὡς θύλακός τις πασσάλων ἀπηρτήθη. τὸν δʼ εἶδʼ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν, καὶ ταῦτʼ ἐκερτόμησεν ὀξὺ φωνήσας· „πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη· οὐδεὶς δʼ ὀδόντας ζῶντος εἶχεν αἰλούρου.“

Πρὸς τοὺς ἀπὸ πείρας γνωρισθέντας κακούργους, καὶ μηκέτι ταῖς τούτων ὑποκρίσεσί τινα ἐξαπατᾶσθαι,

Βορέῃ λέγουσιν ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. βορέης δʼ ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης,

10
βίᾳ νομίζων τὸν φοροῦντα συλήσειν· ὁ δʼ οὐ μεθῆκε, μᾶλλον ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δʼ ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δʼ αὖ προσῆγε τὴν ἕλην πλείω· καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη.

βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη· λέγει δʼ ὁ μῦθος ,,πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων.“

Μῦθος παραινῶν ὅτι οὐ χρὴ φιλόνεικον εἶναι, ἀλλὰ πραΰτητι καὶ πειθοῖ ἀνύειν τὰ ἀνήκοντα.

Βότρυς μελαίνης ἀμπέλου παῤ αἰώρῃ ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη πηδῶσα ποσσὶ πορφυρῆς θιγεῖν ὥρης· ἦν γὰρ πέπειρος κεἰς τρύγητον ἀκμαία. κάμνουσα δʼ ἄλλως (οὐ γὰρ ἴσχυε ψαύειν), παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην· „ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.“

Ὁ μῦθος ἐλέγχει τοὺς εἰς ἀνέκβατα κοπιῶντας πράγματα καὶ τούτων ἀστοχοῦντας τρόπους ψευδεῖς προβαλλομένους.