Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου φθάνοντος αὐτὴν εἶπεν „ἦ κακῶς πράττω· ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.“

πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου, ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.

Διαρραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν.

βλάψεις σεαυτόν, κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.

Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας. ὁ κύων δὲ τούτου κυνὶ φίλῳ συναντήσας ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων ὅπως ἐδείπνησʼ, εἶπε ,,πῶς γὰρ ἂν κρεῖττον, ὃς οὐδὲ ποίαν ἠλόων με γινώσκω;“

Ὅτι τοῖς μὴ λόγῳ τοῖς πράγμασιν ἐγχειροῦσιν ἕπεται πολλάκις τὸ κακῶς ἐν αὐτοῖς πάσχειν.

Ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. ἐκεῖ δʼ ἑαυτοῦ τὴν σκιὰν θεωρήσας χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,

20
ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει. παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δʼ ἔφευγε, δίφαν οὐδέπω παύσας, καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη, καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην· οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην, τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.“

[περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, μηδʼ αὖτʼ ἀπογνῷς, μηδ᾿ ἀπελπίσῃς· οὕτω σφάλλουσιν ἡμᾶς ἐνίοθʼ αἱ πεποιθήσεις.]

Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετʼ ἀλλήλων. λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων, ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν, λόγοις δʼ ὑπούλοις διαβολαῖς τε συγκρούων ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην.

ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, ἐχθροῖς ἀπίστει, τοὺς φίλους δʼ ἀεὶ τήρει.

Ἔνιφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας. εὑρὼν δʼ ἐκεῖ τάχιον εἰσδεδυκυίας αἶγας κερούχους ἀγρίας, πολὺ πλείους ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους, ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης,

21
τὰς δʼ ἐνδίους ἀφῆκε μακρὰ λιμώττειν. ὡς δʼ ᾐθρίαζε, τὰς μὲν εὗρε τεθνώσας, αἱ δʼ οὐκ ἔμειναν, ἀλλʼ ὀρῶν ἀβοσκήτων ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων. ὁ δʼ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους, αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰς κρείσσους, οὐκ ὤνατ᾿ οὐδʼ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.

Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει μηδαμῶς τῶν οἰκείων ἀμελεῖν, μά- λιστα κέρδους ἕνεκα ἀμφιβόλου ὑπάρχοντος.

Ἔλαφος καθʼ ὕλην γυῖα κοῦφα ναρκήσας ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ, ἐξ ἧς ἑτοῖμον χιλὸν εἶχε πεινήσας. ἤρχοντο δʼ ἀγέλαι ποικίλων ἐκεῖ ζῴων ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων. ἐλθὼν δʼ ἕκαστος τῆς πόας ἀποτρώγων ᾔει πρὸς ὕλας· ✶ ✶ ✶ ✶ ✶ ἔλαφος δὲ λιμῷ κοὐ νόσῳ κατεσκλήκει, μή πω κορώνην δευτέραν ἀναπλήσας, ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.

Ὁ μῦθος τοῦτο λέγει, δεῖν τὰ ὁπωσοῦν ἐπιόντα δεινὰ λόγοις ἐξευμαρίζειν ἠπίοις, καὶ τὸ τούτων ὀχληρὸν ἀποπαύειν.

Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως, εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων (ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν) ἐκέλευε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην. „πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.“ οἱ δʼ οὐ γὰρ ἡδύναντο· „κατὰ μίαν τοίνυν πειρᾶσθʼ.“ ἑκάστης δʼ εὐχερῶς καταγείσης,

22
,,ὦ παῖδες, οὕτως“ εἶπεν, „ἂν μὲν ἀλλήλοις ὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὑμᾶς βλάεψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ· ἢν δʼ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην, πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾷ ῥάβδῳ.“

[φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις, ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]

Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει ὅσον τὸ τῆς ὁμονοίας καλόν, καὶ τί πάλιν τὸ ἐπιζήμιον τοῖς μηδαμῶς ταύτην κεκτημένοις.

Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει, λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπεν προσελθών „χαῖρε πρῶτον, Ἑρμεία· ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδʼ οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην. ὁ δʼ εἶπεν ,,ἂν μὴ τοῦτό μοὐπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“

Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.

Ἐκάθευδε νύκτωρ ἐργάτης ὑπʼ ἀγνοίας φρέατος ἐγγύς. τῆς τύχης δʼ ἐπιστάσης ἔδοξʼ ἀκούειν ,,οὗτος, οὐκ ἐγερθήσῃ; μή σου πεσόντος αἰτίη παῤ ἀνθρώποις ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην. ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην, ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πταίῃ.“

Ἔλεγχος τῶν εἱμαρμένην δοξαζόντων καὶ ἀνάγκῃ τὰ τῆς ἡμῶν ἐξουσίας ὑποβαλλόντων καὶ μὴ τῷ αὐτεξουσίῳ εἰς δέον κεχρη- μένων.

23

Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσης κυνηγὸς ἐτρόχαζεν. ἡ δʼ ἐκεκμήκει, δρυτόμον δʼ ἰδοῦσα ,,πρὸς θεῶν σε σωτήρων, κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις, καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“ ὁ δʼ οὐ προδώσειν ὤμνυ᾿· ἡ δʼ ἀπεκρύφθη. ἦλθεν κυνηγός, καὶ τὸν ἄνδῤ ἐπηρώτα τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. „οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη. ὁ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου, σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης „ζωαγρίους μοι χάριτας“ εἶπεν „ὀφλήσεις. „ἐρρυσάμην σε“ φησίν· „ἀλλά μου μνήσκου.“ ,πῶς οὐκ ἄν, εἶπεν ,ὧν γε μάρτυς εἰστήκειν; ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας.‘

[σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδʼ ἄν τις λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.]

Εὐκαίρως ὁ μῦθος ῥηθήσεται πρὸς ἐκείνους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δόλια δὲ καὶ φαῦλα ἐργαζομένους.

Ἔν τῴ ποτʼ οἴκῳ πρόβατον εἶχέ τις χήρα, θέλουσα δʼ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω ἔκειρεν ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν. ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου· πόσην γὰρ ὁλκὴν τοὐμὸν οἷμα προσθήσει; ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, ἔστιν μάγειρος, ὅς με συντόμως θύσει·

24

εἰ δʼ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις, πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει.“

Πρὸς τοὺς μετὰ ἀπειρίας τοῖς πράγμασιν ἐγχειροῦντας, ἐξ ἦς οὐ τοσοῦτον τὸ κέρδος ὅση βλάβη προσγίνεται.

Εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι ἅμαξαν ὤμοις εἷλκον· ἡ δʼ ἐτετρίγει. καὶ τὸν βοώτην θυμὸς εἷλε, τῇ δʼ οὕτως ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι. ,,ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις ἄλλων ἐπʼ ὤμοις φερομένη σιωπώντων;“

[κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν ἄλλων πονούντων, ὡσπερεὶ κάμνων αὐτὸς.]

Ὁ μῦθος τοῦτο λέγει, μηδαμῶς ἐν τοῖς πράγμασιν ἄλλων πο- νουμένων ἄλλους ἀδίκως οἰμώζειν καὶ πόνους ἀλλοτρίους ἑαυ- τοῖς ἐπιγράφειν.

Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν. ὁ δʼ ,,ἂν λόγους μοι τρεῖς ἀληθινούς εἴπῃς, ἐγώ σε νὴ τὸν Πᾶνα“ φησί „ζωγρήσω.“ ἡ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις· ἔπειτα δʼ εἴθε τυφλὸς ὢν ὑπηντήκοις· τρίτον δʼ ἐπʼ αὐτοῖς εἴθε μὴ σύγʼ εἰς ὥρας ἵκοιο, μηδὲ πάλιν ἐμοὶ συναντήσαις·“

Ὅτι πολλάκις αἱ περιστάσεις πεφύκασι καὶ παρὰ γνώμην τὰ σιγῆς ἄξια εἰς τοὐμφανὲς ἄγειν.

Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας

25
„ὅταν μέν“ εἶπε „τοῦτʼ ἴδω, πατηρ γίγνῃ, ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“

Πρὸς τοὺς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους, ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.

Ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας ἠροτρία, πτωχῶς μέν, ἀλλʼ ἀναγκαίως. ἐπεὶ δὲ τοὖργον ἐτετέλεστο καὶ λύειν ἔμελλεν αὐτούς, εἶτʼ ὄνος διηρώτα τὸν βοῦν „τίς ἄξει τῷ γέροντι τὰ σκεύη;“ ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν „ὅσπερ εἰώθει.“

Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζῴοις ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ᾐρμένη κόλποις. γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη. ἡ δʼ εἶπεν οὕτω. „Ζεὺς μὲν οἶδε τὴν νίκην, ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.“

[ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν, τά γʼ αὐτὸς αὐτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]

Ἑρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας ἀπάτης τε πολλῆς καὶ πανουργίας πάσης ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου σχέδην ἀμείβων καὶ μέρος τι τῶν δώρων νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει, λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δʼ ὥσπερ πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον, ἐκένωσαν αὐτὴν οὐδʼ ἀφῆκαν εἰς ἄλλους

26
ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην, ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείας.

Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παῤ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.

Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις ἤριζʼ Ἀθηνᾶ, τίς καλόν τι ποιήσει. ποιεῖ μὲν ὁ Ζλεὺς ἐκπρεπέστατον ζῴων ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις, ὁ δʼ αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις κριτὴς ὁ μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει. κἀκεῖνος, ὡς πέφυκε, πάντας ἐχθραίνων, πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου, τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι, ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γʼ ἀνθρώπου, μὴ σχεῖν θυρωτὰ μηδʼ ἀνοικτὰ τὰ στήθη, ὡς ἂν βλέποιτʼ ἐς τὸν πέλας τί βουλεύοι· τῆς οἰκίας δέ, μὴ τροχοὺς σιδηρείους ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους ἄλλους συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις.

τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει;

27
πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν. ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.