Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης. τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν αὐτόν, ἀργὸς εἱστήκει, τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντων θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα. θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπτου

11
καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου, ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“

Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμην, καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη κέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“

ὁ τὴν παροῦσαν πημονὴν φυγεῖν σπεύδων ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ.

Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἄμεινον δουλεύειν σοφοῖς καὶ ἐπιει- κέσιν δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.

Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην (νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης) λευκαῖς μελαίνας μιγάδας ἐκλόνει χαίτας, εἶτʼ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. ἤρα γυναικῶν δύο, νέας τε καὶ γραίας. νέον μὲν αὐτὸν ἡ νεᾶνις ἐζήτει βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη. τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας, ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, ἕως φαλακρὸν ἡ νέα τε χἡ γραίη ἔθηχʼ, ἑκατέρη τῶν τριχῶν ἀποσπῶσα· [ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο.

φάσκει δʼ ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις·

12
ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει· ἀεὶ γὰρ ἕν γε δακνόμενος ἀναλοῦται.]

Βοηλάτης ἄνθρωπος εἰς μακρὰν ὕλην ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει. ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις, Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην. ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.

[ἐντεῦθεν ἡμᾶς τοῦτʼ ἔοικε γινώσκειν, ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφοβουμένους λύπης.]

Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ, τὰ ζῷα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους. καὶ βάτραχοι δὲ λιμναίους χοροὺς ἦγον· οὓς εἶπε παύσας φρῦνος „οὐχὶ παιάνων τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης· ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“

[χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων ἐφʼ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.]

Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν, πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, ὅθοὕνεκ᾿ εἰσὶν ἀδρανέστατοι ζῴων ψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων

13
βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας ,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν· ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν.“

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρη ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον, σφενδονῶντα τὰς αὔρας κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν“ ἐκραύγαζον „εἰς τὰ Πυγμαίων. ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“

Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταί- οντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.

Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγεν ὑδάτων ἐν συναγγίᾳ κοίλῃ. τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“ ‚ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ᾿ ἡμᾶς.“

Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρος ἐστὶν ὁ λόγος.

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. ἐλθοῦσα δʼ αὐτόν (οὐ παρῆν γάρ) ἡ μήτηρ

14
παρὰ τῶν ἀδελφῶν ποῦ ποτʼ ἦν ἐπεζήτει. „τέθνηκε, μῆτερ· ἄρτι πρωίης ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὗ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί „παῦε, μὴ πρίου. θᾶσσον σεαυτήν“ εἶπον „ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ.“

Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.

Γέρων ποθʼ ἵππος εἰς ἀλητὸν ἐπράθη, ✶ ✶ ✶ ✶ ✶ ✶ ✶ ζευχθεὶς ὑπὸ μύλην ἑσπέρην τάλας πᾶσαν, καὶ δὴ στενάξας εἶπεν „ἐκ δρόμων οἵων καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.“

μὴ λὴν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. πολλοῖς τὸ γῆρας εἰς πόνους ἀνηλώθη.

Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην. τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων. ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις, „σὺ δή“ λέγοντα „τἀμὰ νῦν ταλαντεύῃ· ἓν γάρ με, νεκρὸν ἢ θεόν, σὺ ποιήσεις.“

Γαλαῖ ποτʼ εἶχον καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον αἰεὶ πόλεμον αἱμάτων πλήρη· γαλαῖ δʼ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης

15
ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην, ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους, ἀεὶ δʼ ἀτάκτως ὑπομένουσι κινδύνους. εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ γνώμῃ τʼ ἀρίστους, εἰς μάχην τε γενναίους, οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς ἴλας λόχους τε καὶ φάλαγγας, ὡς ἐν ἀνθρώποις. ἐπεὶ δʼ ἐτάχθη πάντα καὶ συνηθροίσθη, οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους, καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας. πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει. ἇλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις· τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν, μόνοι θʼ ἑάλον αὐτόθεν μυχῶν πρόσθεν. νίκης δʼ ἐπʼ αὐτοῖς καὶ τρόπαιον εἱστήκει, γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.

[λέγει δʼ ὁ μῦθος „εἰς τὸ ζῆν ἀκινδύνως τῆς λαμπρότητος εὐτέλεια βελτίων.“]

Γάλῇ ποτʼ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ, μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην καλῆς γυναικός, ἧς τίς οὐκ ἰδὼν ἤρα; ἰδὼν δʼ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν. ᾐρμένου δὲ τοῦ δείπνου παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.

16

γάμου δὲ δαιτὴ λέλυτο, καὶ κακῶς παίξας ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.

Πρὸς τοὺς τὴν φύσιν τῶν πραγμάτων ὁρᾶν ὡς ἔχει μὴ βουλ μένους, τῇ δὲ τούτων φαντασίᾳ πλανωμένους, ἔλεγχον ὁ μῦθ ἔχει.

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη, καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὄλεθρος σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον εἰ τὴν σφενδόνην ποτʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας ἐδίδασκεν. ,,ὦ παῖ· χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον. ἡνίκʼ ἂν τοίνυν ἔλθωσʼ, ἐγὼ μέν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον, οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε ,,φεύγετʼ ἀνθρώπων γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων. [δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]

17

Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύων ἅλω πλατεῖαν οἰνάροις ὑπεστρώκει . . . . . κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου. ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη, κἀπῆλθʼ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας. πεσὼν δʼ ἐν ὑγραῖς μητρὸς ἀγκάλαις „οἴμοι, τί ταῦτʼ;“ ἐφώνει „δυστυχὴς ἀποθνήσκω· τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.“ ἡ δʼ εἶπε „θάρσει κἀπόβαλλε, μὴ φείδου· οὐ γὰρ σά, τέκνον, ἀλλʼ ἐμεῖς τὰ τοῦ ταύρου.

ὅταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ, πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῷ μύθῳ.

Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει, τεκοῦσα δʼ αὐτοῖς ἐστὶν οὐκ ἴση μήτηρ, ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει, τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.

τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων, οἷς ἐχθρὸς αἰεὶ μᾶλλον ἢ φίλος γίγνου.

Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὅρους ἄρας ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων, πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἰστήκει ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων. θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην λεπτός τις ὢν κἀβληχρὸς οὐκ ἐπεπτώκει, αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη.

18
σοφῶς δὲ κάλαμος εἶπε ,,μηδὲν ἐκπλήσσου. σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“

κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʼ εἴκειν.

Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης, κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ „τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις.“ ὁ βοῦς δʼ ἐσίγα χὑπέτεμνε τὴν χώρην. ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν, ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη, ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας· „εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“

Διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου ῥύεται.

Δρυτόμοι τινὲς σχίσαντες ἀγρίαν πεύκην ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων. πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, ὡς τοὺς ??ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“

ὁ??ῦθας ἡμῖν τοῦτο πᾶσι μηνύει, ὡς οὐδ ?? οὕτω δ??ὸν ἂν ὑπ᾿ ἀνθρώπων πάθῃς τι τῶν ?? ὡς ὑπʼ οἰκείων.

19

Δελφῖνες ἀεὶ διεφέροντο φαλαίναις. τούτοις παρῆλθε καρκίνος μεσιτεύων, ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις στάσιν τυράννων μαχομένων εἰρηνεύοι.