Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

δ΄. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζεσθαι.

ε΄. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν, [*](449)

464
Ἀθηναῖοι, θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι καὶ παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. ἢ ἀπὸ τῶν ἀντιδίκων τὰ προοίμια λαμβάνεται, ὅταν αὐτούς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὧ Ἀθηναῖοι, καὶ τὴν ὕβριν πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι.

στ΄. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν, ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.

ζ΄.  Ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμένων, ὅταν, αὐτῶν ὡς ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέγωμεν, [*](450) οἷον τὴν μὲν ἀπειρίαν τοῦ λέγειν καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, πάντες ὁρᾶτε, ὦ δικασταί.

η΄. Ἔτι δʼ ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν, ὅταν τὴν αὐτῶν εὔνοιαν ἐκφαίνωμεν· οἷον ἐπὶ πολλῶν ἄν τις ἴδοι, ὡ δικασταί, τὴν παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δʼ ἐν τοῖς παροῦσι πράγμασιν.

θʹ. Ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια, προαγγελίᾳ, συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ.

ι΄. Προαγγελία μὲν οὖν ἐστὶ δήλωσις κεφαλαιώδης περὶ ὧν λέγειν μέλλομεν οἷον ἀλλʼ εἴπερ ἄρα ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερρόννησον ἔχειν ἡμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοι ἔστιν ἅποσα ἡ σπουδή.

465

ια΄. Σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέτασις· [*](451) προσώπων μὲν οὖν οὕτως ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι τοὺς λόγους μηδένα, μήτε πρὸς χάριν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτο ἀποφαίνεσθαι· πραγμάτων δὲ οὕτως· ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι --- συγκρίνει γὰρ συμφέρον καὶ χρήματα.

ιβ΄. Μερισμὸς δʼ εἰς μέρη τῆς δικαιολογίας περιγραφή, οἷον ἐξελέγξω, πρῶτον μὲν ὡς αὐτὸς ὑβρίσθην, ἔπειτα ὑμεῖς ὅσα ἠδίκησθε, μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον αὐτοῦ βίον ἐξετάσω καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνός, ὄντα ἄξιον.

ιγ΄. Ἔφοδος δʼ ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον [*](452) βούλομαι δʼ ἕκαστα ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι· οὐδὲν γάρ ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.

ιδ΄. Τὰ δʼ ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ· ὁ μὲν οὖν παρὼν και ρός.

ιε΄. Ἡ δ᾿  αἰτία, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας· πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὧ Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμνοτέραν τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θουκυδίδης πανταχῆ.