Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

42 |111]. Προϊόντοϲ δὲ τοῦ χρόνου καὶ ἀπὸ τῶν ϲπαργάνων αὐτὸ δεῖ λύειν. ἔνιοι μὲν οὖν περὶ τεϲϲαρακοϲτὴν ἡμέραν τοῦτο ποι- οῦϲιν, οἱ πολλοὶ δὲ περὶ τὴν ἑξηκοϲτήν, οἱ δὲ καὶ μακροτέραν ταύτηϲ προθεϲμίαν ὁρίζουϲιν. ἡμεῖϲ δ᾿ ἐπεὶ πήξεωϲ ἕνεκα πρὸϲ ἀδιάϲτροφον ϲχηματιϲμὸν εὐχρηϲτεῖν φαμεν τὰ ϲπάργανα, τότε παραλύειν αὐτὰ δοκι- μάζομεν, ὅτε ἤδη μετρίωϲ πεπηγότοϲ τοῦ ϲώματοϲ οὐκέτι φόβοϲ ἐϲτὶν τοῦ διαϲτραφῆναί τι μέροϲ αὐτοῦ· τοῦτο 〈δ᾿ 〉 ἐφ᾿ ὧν μὲν διὰ βελτίονα ϲώματοϲ ϲύϲταϲιν τάχιον, ἐφ᾿ ὧν δὲ δι᾿ ἀϲθενεϲτέραν ϲύγκριϲιν βράδιον παραγίνεται. δεῖ δὲ μηδὲ ἀθρόωϲ μηδὲ ὑφ᾿ ἓν πάντα λύειν τὰ ϲπάρ- γανα, πᾶϲα γὰρ αἰφνίδιοϲ εἰϲ τὸ ἐναντίον μεταβολὴ ξενοπαθείαϲ ἀπο- τελεϲτική. πρῶτον μὲν 〈οὖν〉 μίαν ἐλευθερῶϲαι χεῖρα καὶ μετά τιναϲ ἡμέραϲ τὴν ἑτέραν, εἶτα καὶ τοὺϲ πόδαϲ· προεκλύειν δὲ τὴν δεξιάν, ἐπικρατηθεῖϲα γὰρ κατὰ τοὺϲ τὴν εὐώνυμον πρῶτον λῦϲαι φθάϲανταϲ ἀτονωτέρα γίνεται τῷ βράδιον τῆϲ ἑτέραϲ ἐπὶ τὴν γυμναϲίαν ἐλθεῖν, ὥϲτε καὶ διὰ τοῦτο ἀριϲτερόχειραϲ ἐνίουϲ γίγνεϲθαι. πηγνυμένου δὲ τοῦ βρέφουϲ μᾶλλον καὶ τὸ ἐν οἴκῳ δεῖ λουτρὸν παραιτεῖϲθαι, χρῆϲθαι δὲ βαλανείῳ, μήτε ἐπὶ πολὺν χρόνον μήτε πεπυρωμένῳ· τὸν γὰρ κατ᾿ οἰκον ἀέρα προϲηνῶϲ καὶ ὁμαλῶϲ εὔκρατον οὕτωϲ οὐκ ἐνδέχεται παρα- ϲκευάζειν. ἐὰν δὲ ἀκμὴν ϲπαργανούμενον τὸ βρέφοϲ ἑλκωθῇ διὰ τὴν τῶν τελαμώνων παράτριψιν ἢ δι᾿ ἄλλην τινὰ ποιητικὴν ἑλκώϲεωϲ αἰτίαν, παραιτεῖϲθαι δεῖ τὰ ϲπάργανα καὶ ἁπλοῦν αὐτῷ περιτιθέντα. χιτωνάριον ἀποθεραπεύειν τὰ ἕλκη.

[*](1 § 41, 2] Must. Ι 120 7 § 42, 1] Must. Ι 121 15 § 42, 2] Must. Ι 122 sq. 21 § 42, 3] Must. Ι 124)[*](1 sq. ἄμεινον . . . καὶ secl. Ermerins 2 τοῦτον scripsi: τοῦτο P: τού- του Rose ϲφόνδυλον Rose ϲχηματίϲαϲαι Dietz: ϲχηματῖϲαι P 3 ώϲ ἂν ante διὰ add Kind μὲν addidi 6 in mg. π᾿ παραλυτέον] τὰ ϲπάργανα λυτέον Reinhold 10 δ ἐπεὶ Rose: δὲ περὶ P ἀδιάϲτροφον Reinhold: διαϲτροφὴν P 11 ϲχηματιϲμὸν Ermerins: χρηματιϲμὸν P εὐχρηϲτεῖν Schoene: εὔχρηϲτον P. εὔχρηϲτα Ermerins: παραλύειν Rose παραγκέλειν P: παραγγέλλειν 〈λύειν〉 Reinholdd 13 αὐτῶν P: correxi 〈δ᾿〉 ἐφ᾿ ὧν μέν Schoene et Kolbfleisch: μὲν ἐφ᾿ ὧν P: μὲν 〈οῦν〉 ἐφ᾿ ὧν 〈μὲν〉 Ermerins: μὲν 〈γὰρ〉 ἐφ᾿ ὧν Rose βελτιώνοϲ P: corr. Dietz 15 περιγίνεται P: corr. Ermerins 16 ἀποτελεϲτικῆϲ P. corr. Dietz 17 οὐν add. Ermerins 18 ε|ῖ|τα (εὶ in ras.) P προϲεκλύειν P. corr. Ermerins: δεξιὴν P. corr. Dietz 19 φθάϲαντεϲ P. corr. Dietz 20 τῷ Ermerins : τοῦ P τὸ γύμναϲιον P. corr . Rose 23 πεπυρωμένον P: corr. Dietz )
85

43 [112]. Καθίζειν δὲ καὶ ἀνίϲταϲθαι τοῦ βρέφουϲ πειράζοντοϲ βοηθεῖν αὐτοῦ τοῖϲ κινήμαϲιν δεῖ. τάχιον μὲν γὰρ προθυμούμενον καθίζειν καὶ μέχρι πλείονοϲ εἴωθε κυρτοῦϲθαι (καμπτομένηϲ τῆϲ ῥάχεωϲ διὰ τὸ μήπω τὸ ϲωμάτιον τόνον ἔχειν], προπετέϲτερον δὲ ἀνιϲτά- μενον καὶ περιπατεῖν θέλον διαϲτρέφεϲθαι κατὰ τούϲ μηρούϲ τὰ ϲκέλη.

44[113]. τοῦτο δὲ καὶ μᾶλλον ἐπὶ Ῥώμηϲ γινόμενον θεωρεῖται, καθὼϲ μέν τινεϲ ὑπολαμβάνουϲιν, ὅτι ψυχροῖϲ ὕδαϲιν ἡ πόλιϲ κάτω- θεν διαρρεῖται καὶ τὰ ϲώματα περιψύχεται ῥᾳδίωϲ, καθὼϲ δέ τινεϲ λέγουϲι, καὶ διὰ τὰϲ ϲυχνὰϲ τῶν γυναικῶν ϲυνουϲίαϲ ἢ διὰ τὸ μετὰ μέθην ταῖϲ ϲυμπλοκαῖϲ χρῆϲθαι, τὸ δ᾿ ἀληθὲϲ διὰ παιδοτροφίαϲ ἀπει- ρίαν. οὐ γὰρ ἔγκειται τοϲαύτη ϲτοργὴ ταῖϲ ἐν τῇ πόλει γυναιξίν, ὡϲ τὸ καθ᾿ ἕκαϲτον ἐπιβλέπειν, ὃν τρόπον πράττουϲιν αἱ καθαρῶϲ Ἑλ- ληνίδεϲ. μηδενὸϲ 〈οὖν〉 ἐπιθεωροῦντοϲ τὰ κινήματα τῶν βρεφῶν δία- ϲτρέφεται τὰ κῶλα τῶν πλείϲτων· ὅλον γὰρ τὸ βάροϲ τοῦ ϲώματοϲ ἐπίκειται τοῖϲ ϲκέλεϲι, ϲτερεὸν δὲ καὶ ἀπόκροτον τὸ ἔδαφοϲ, ὡϲ ἂν κατὰ τὸ πλεῖϲτον λίθοιϲ ἐϲτρωμένον. ὅταν οὖν ἀντίτυπον μὲν ἦ, καθ᾿ οὐ βαίνει, βαρὺ δὲ τὸ ἐπικείμενον, τρυφερὸν δὲ τὸ βαϲτάζον, κατ᾿ ἀνάγκην τὰ κῶλα ὑπενδίδωϲιν μήπω τῶν ὀϲτέων τετονωμένων.

45 [114]. ἔνθεν, ὅταν καθίζειν πρῶτον ἄρξηται. περιβολαῖϲ ἵμα- τίων αὐτὸ ϲτεκτέον ἢ παραθέϲει τῶν ἀνακρατεῖν αὐτὸ δυναμένων διερει- ϲτέον, καὶ οὐ μέχρι πολλοῦ τὸ πρῶτον· προκόπτον δὲ μᾶλλον ἕωϲ τοῦ ἕρπειν καὶ πρὸϲ μικρὸν ἐξανίϲταϲθαι παρὰ τοῖχον αὐτὸ διαϲτήϲαντα καταλιπεῖν, κατὰ πρόβαϲιν δὲ καὶ πρὸϲ δίφρον ὑπότροχον. οὕτωϲ ἐκ τῆϲ κατὰ βραχὺ ϲυναυξήϲεωϲ μελετήϲει τὴν ἐπίβαϲιν. καὶ ταῦτα μὲν περὶ κινήϲεωϲ, ἑξῆϲ δὲ καὶ περὶ τροφῆϲ ὑποδεικτέον.

46 [115]. Μέχριϲ ἂν οὖν παγῇ τὸ νήπιον, μόνῳ διατρεφέϲθω γάλακτι· ϲτενῶν γὰρ ἔτι τῶν ἀραιωμάτων ὑπαρ χόντων ἐπιϲφαλὲϲ ἐπὶ τὴν ϲτερεωτέραν προέρχεϲθαι τροφήν, βραδυποροῦϲαν μὲν πρὸϲ τὰϲ ἀναδόϲειϲ διὰ τὴν ϲτενότητα τῶν πόρων, θλίβουϲαν δὲ πᾶν τὸ δοκοῦν [*](2 § 43. 1] Must. Ι 125 20 § 45] Must. Ι 125. 126. 127 27 c. XXI] cf. Aet. IV 28) [*](1 in mg. πα᾿ περιπατιωϲιν P. corr. Dietz 4 καμπτουμένηϲ P 5 τὸ ϲωμάτιον conieci: τὰ ϲώματα P. τὰ ὀϲτέα Rose ἀνιϲταμένου Ermerins) [*](6 θέλον διαϲτρέφεϲθαι scripsi: θέλοντα, ϲτρέφεϲθαι P. θέλοντοϲ διαϲτρέφεται Ermerins 7 21 mg. τβ΄, deinde titulus Διὰ τί τὰ πλεῖϲτα τῶν ἐν ῥώμη παίδων διαϲτρέφεται P: seclus. Ermerins 2 διαιρεῖται P: corr. Hereeden et Reinhold 13 κατέκαϲτον P 14 οῦν add. Ermerins 18 βλίνει P: corr. Rose: κλίνει Dietz 20 καθίζη P. corr. Dietz 21 ϲτεκτέον ἢ Kalbfleisch. coll. Must.p. 42, 4: ο??ονεῖ P 24 πρὸϲβάϲιν P: corr. Ermerins 27 in mg. πγ᾿) [*](28 ἂν οῦν παγῇ Aet.: οῦν ϲυνδιαπαγῆ P 29 ἐπὶ P: corr. Dietz 30 προϲέρχεϲθαι P: corr. Ermerins βαρυποροῦϲαν P. corr. Dietz)

86
αὐτὴν ὑποδέχεϲθαι. διὸ καὶ [αἱ] προπετεῖϲ μὲν αἱ μετὰ τὴν τεϲϲαρα- κοϲτὴν ἡμέραν ἤδη πειρώμεναι διδόναι τὴν ϲιτώδη τροφήν (ὅπερ μά- λιϲτα πϲιοῦϲιν 〈αἱ τῷ〉 ἐξαντλεῖν τὸ γάλα βαρυνόμεναι], φαῦλον δὲ καὶ τὸ ἐκ τῶν ἐναντίων ἤδη τοῦ ϲώματοϲ ἐϲτερεωμένου μὴ μεταβαίνειν ἐπὶ τροφὴν ἄλλην, οὐ μόνον ὅτι πλαδαρὸν γίνεται τὸ ϲῶμα καὶ διὰ τοῦτο εὐπαθὲϲ τὸ ἐκ τοῦ γάλακτοϲ τρεφόμενον ἐπὶ πλέον, ἀλλὰ καὶ ὅτι νόϲου γινομένηϲ εὐχερῶϲ ἀποξύνεται τὸ γάλα. παρ᾿ ἢν αἰτίαν πεπηγότοϲ ἤδη τοῦ ϲώματοϲ καὶ δεκτικοῦ ϲτερεωτέραϲ γινομένου τρο- φῆϲ, ὅπερ οὐκ ἂν ἔμπροϲθεν εὐτυχηθείη τῶν ἓξ μηνῶν, καὶ τῇ ϲιτώ- δει τροφῇ ψωμίζειν τὸ νήπιον ἁρμόζει, ψιχίοιϲ τρυφεροῖϲ ἐξ ὑδρο μέλιτοϲ ἢ γάλακτοϲ ἢ γλυκέοϲ ἢ οἰνομέλιτοϲ. μετὰ ταῦτα δὲ δοτέον καὶ ῥόφημα τὸ ἀπὸ τοῦ χόνδρου καὶ πόλτον δίυγρον καὶ ψὸν ῥοφη- τόν. μετάξὺ δὲ τῆϲ τροφῆϲ φυλακτέον διδόναι τὸ γάλα πιεῖγ· δυϲ- διοίκητοϲ γὰρ ἡ τροφὴ γίνεται τῷ ἐπινήχεϲθαι τῇ ὑγρότητι τοῦ γά- λακτοϲ, καὶ τὸ δίψοϲ οὺ παρηγορεῖται. διὸ κἂν ἔκδιψόν ποτε γένηται μετὰ τὴν τροφὴν τὸ βρέφοϲ, ὕδωρ ἢ ὑδαρὲϲ οἰνάριον δοτέον αὐτῷ διὰ τῶν πεφιλοτεχνημένων θηλῶν, ἀβλαβῶϲ γὰρ ἐκ τούτων κατ᾿ ὀλί. τον ὡϲ ἐκ τῶν μαϲτῶν τὸ ὑγρὸν ἕλκει. ποτὲ μέντοι καὶ ἀρτίδιον ἁπαλὸν ἐκ κραματίου προϲφέρειν ἔϲτιν, οἱ γὰρ διὰ τῆϲ μαϲήϲεωϲ τῆϲ τροφοῦ ψωμιϲμοὶ διὰ τὴν ϲυμπλοκὴν τοῦ φλέγματοϲ βλαβεροί. τῶν ἄρτων δὲ καὶ τὸν μηκωνίαν καὶ τὸν ϲηϲαμοῦν καὶ πᾶν τὸ ἀρτυμα- τῶδεϲ ἀποδοκιμαϲτέον, ἕκαϲτον γὰρ τούτων καὶ ἐπὶ τελείων δυϲ- κατέργαϲτον.

47 [116]. εὐχερῶϲ δὲ ἤδη τοῦ βρέφουϲ λαμβάνοντοϲ τὴν ϲιτώδη τροφὴν καὶ τῆϲ τῶν ὀδόντων ἀναφυήϲεωϲ ὑπιϲχνουμένηϲ καὶ τὴν τῶν ϲτερεμνιωτέρων διαίρεϲίν τε καὶ λείωϲιν ίὅπερ ὡϲ ἐπὶ τὸ πλεῖϲτον περὶ τὴν τρίτην ἢ τετάρτην ἑξάμηνον γίνεται) λεληθότωϲ καὶ κατ᾿ ὀλίγον ἀποϲυνεθίζειν αὐτὸ τοῦ μαϲτοῦ καὶ ἀπογαλακτίζειν τῷ προϲτι- θέναι μὲν ἀεὶ τῷ πλήθει τῆϲ ἄλληϲ τροφῆϲ, ὑποϲπᾶν δὲ τῆϲ ποϲότη- τοϲ τοῦ γάλακτοϲ. οὕτω γὰρ ἂν μᾶλλον τὸ βρέφοϲ ἀποϲυνεθιϲθή. ϲεται ἀλύπωϲ κατὰ βραχὺ τῆϲ πρώτηϲ ἀποχωροῦν ϲυνηθείαϲ, ἅμα δὲ ἀπεριέργωϲ ϲβεϲθήϲεται τὸ γάλα τῆϲ τιτθευούϲηϲ τὸ νήπιον τῇ κατὰ [*](7 § 46. 3] Must. Ι 130 13 § 46, 4] Must. Ι 131 24 § 47, 1] Must. I 128 30 § 47, 2] Must. Ι 129) [*](1 [αι] προπετεῖϲ μὲν αἱ Gompers: αἰ προπετιϲμέναι P 2 so ὅπερ . . . βαρυνόμεναι addito 〈θέλουϲαι〉 post ἐξαντλεῖν transposuit post ἄλλην (5) Gom- per2 3 αἰ τῷ addidi 7 ὅτι Gomperz: αἰτιον P: an διότι ? 9 ἑξαμήνων P corr. Ermerins 10 ἁρμόζοι P: corr. Ermerins 14 γὰρ Ermerins: δὲ P 18 ναϲτῶν P: corr. Ermerins 12 τῆϲ μαϲήϲεωϲ scripsi: τῶν μαϲη- τῶν P 20 τροφοῦ scripsi: τροφῆϲ P ψωμιϲμοῖϲ P: corr. Dietz βλαβε- ρόν P: corr Ermerins 〈ἐπὶ〉 τῶν Rose 21 ἀρτυμάτων Dietz μηκωνίαν scripsi (cf. Philostr Gumn. 44 p. 170, 18 Jüthn.); μήκωνα P τὸν ϲηϲαμοῦν scripsi (cf. Athen. XIV 644??.) τὸ ϲήϲαμον P 25 ἀναφυϲἡϲεωϲ P: corr. Dietz τὴν Dietz: τῆϲ P 26 λείωϲιν Kalbfleisch: τελείωϲιν P: μείωϲιν Gompers 28 ἀποϲυνηθίζειν P 29 ἀεὶ scrpsi: γὰρ P: del. Dietz ποϲότητοϲ] πο p 30 ἀποϲυνηθιϲθήϲεται P 31 κατὰ Detz: καὶ P )

87
μικρὸν ὑφαιρέϲει τῆϲ ἐκμυζήϲεωϲ. τὸ γὰρ πικροῖϲ τιϲι καὶ δυϲώδεϲι περιχρίειν τὰϲ θηλὰϲ καὶ ἀθρόωϲ ἀπογαλακτίζειν αὐτὸ βλαβερὸν διὰ τὸ τὸν ἐν τῇ ἀθρόᾳ μεταβολῇ ξενιϲμὸν ἐμποιεῖν καὶ διὰ τὸ κακού- μενον ὑπὸ τῶν φαρμάκων τὸν ϲτόμαχόν ποτε πάϲχειν.

48 [117]. ἄριϲτοϲ δὲ καιρὸϲ ἀπογαλακτιϲμοῦ τὸ ἔαρ, ὑγιεινό. τερον 〈ὂν〉 δι᾿ εὐκραϲίαν τοῦ περιέχοντοϲ. φαῦλοϲ γὰρ ὁ κατὰ φθινό- πωρον᾿ τότε γὰρ διὰ τὴν ἀνωμαλίαν τοῦ περιέχοντοϲ ἐπινόϲωϲ δια- κειμένου τοῦ παντὸϲ ϲώματοϲ φυλάϲϲεϲθαι [δὲ] δεῖ τὰϲ τῶν ἐθῶν μεταβολάϲ, ἐχούϲαϲ τι δυϲάρεϲτον ἐκ τῆϲ ξενοπαθείαϲ. οὐ προϲεκτέον δὲ Μνηϲιθέῳ τε καὶ Ἀριϲτάνακτι βράδιον ἀξιοῦϲιν ἀπογαλακτί- ζειν ἐξ μηϲὶ τὸ θῆλυ διὰ τὸ ἀϲθενέϲτερον ὑπάρχειν᾿ οὐχ ὁρῶϲιν γάρ, ὅτι πολλῶν |ἀρρένων ἔνια θηλυκὰ βρέφη καὶ ἰϲχυρότερα καὶ ϲαρκω- δέϲτερα. δεῖ δὲ μηδενὸϲ τὸ νήπιον ἀποξενοῦν μήτε οἰνοποϲίαϲ μήτε ὑδροποϲίαϲ μήτε ψυχροποϲίαϲ μήτε θερμοποϲίαϲ μήτε ἀλείμματοϲ, καλὸν γὰρ εὐθὺϲ ἐξ ἀρχῆϲ ἔθοϲ πρὸϲ τὰ ὠφέλιμα ποιεῖν. τοῦ δὲ τιτθεύειν μὴ πρότερον ἀφίϲταϲθαι, πρὶν ἢ γενέϲθαι τὴν ὀδοντοφυῖαν. εἰ δὲ κάτογκον εἴη τῷ ϲώματι τὸ βρέφοϲ καὶ δύϲπνουν, δεήϲει τὸ πλῆθοϲ τῆϲ ϲαρκὸϲ ϲυνέργειν διὰ τοῦ τὴν μὲν τροφὸν ὀλιγοτρόφοιϲ καὶ ἥττοϲι τροφαῖϲ χρῆϲθαι καὶ ὑδροποτῆϲαι, τῷ δὲ βρέφει μὴ πολλάκιϲ τὸ γάλα παρέχειν καὶ κινήϲεϲι χρῆϲθαι τοῖϲ διὰ τῶν χειραμαξίων. κἂν φύϲει δὲ βορὸν ᾖ τὸ νήπιον καὶ πλείονοϲ ὀρεγόμενον τροφῆϲ ἤϲ δύνα- ται κρατεῖν, ἀποπεριϲπᾶν τὴν διάνοιαν αὐτοῦ ψυχαγωγίαιϲ τιϲὶν καὶ παιγνίαιϲ 〈καὶ〉 τὸ ψώμιϲμα διαιρεῖν καὶ ξηρὸν ἀρτίδιον αὐτῷ δι- δόναι καὶ τὸ γάλα ποιεῖν ὀλιγοτροφώτερον· τοὐναντίον δὲ πλείονοϲ τροφῆϲ κρατεῖν δυνάμενον, ἥττονοϲ δὲ ὀρεγόμενον τῇ ποικιλίᾳ δελεά- ζειν τῶν προϲφερομένων, κινεῖ γὰρ τὴν ὄρεξιν ἡ καινότηϲ τῶν παρα- τεθέντων. εἰ δὲ ἀπογαλακτιϲθὲν νόϲῳ περιπέϲοι, πάλιν αὐτὸ δεῖ μετάγειν ἐπὶ τὸ γάλα, καὶ μετὰ τὸ παύϲαϲθαι τὴν νόϲον καὶ ἀναλαβεῖν τὸ ϲωμάτιον, οὕτωϲ ἀπογαλακτίζειν.

49[118]. Περὶ δὲ τὸν ἕβδομον μῆνα γινομένηϲ τῆϲ φυ??αϲ, ὑφ?᾿ ἧϲ φλεγμοναὶ γίνονται τῶν οὔλων καὶ ϲιαγόνων τε καὶ [*](31 § 49] cf. Orib. Synops. ad Eustath. V 9; Aet. IV 9 Paul. I9) Must. Ι 133sq.) [*](1 ὑφαιρέϲει Dietz: ὑφαιρεθὲν P ἐκμυϲήϲεωϲ P: corr. Dietz 1sq. δυϲῶδεϲ περιχρήειϲ P: corr. Dietz 3 τὸ Kind : τε P ἐν del. Ermerins κακούμενον Kind: κακοῦϲθαι P 4 post φαρμάκων add. καὶ Dietz, ὠϲ Ermerins, ὠϲ καὶ Rose 6 ὂν add. Hericerden: et Gemperz 8 δεδεῖ P. δεῖ Dietz 13 3 sqq. post οἰνοποϲίαϲ habet μήτε ἀλίμματοϲ· καλὸν γὰρ P: transpos. Ermerins 15 τιτθεύειν Rose: δίϲ λύειν P: θηλάζειν Her- oerdem 10 ὀδοντοφυῖαν scripsi: ὁδοντόφυϲιν P ὀδογτοφύηϲιν editt. 20 χειραμεξιῶν P: corr. Dietz 21 ἢ ante ἢϲ add. editt. 23 πεγνίαιϲ P) [*](〈καὶ〉 τὸ Ermerins 24 〈τὸ〉 πλείονοϲ Rose 25 ἤττονοϲ δὲ ϲτεργό- μενον P: corr:. Reinhold: ἥττονα δὲ ϲτέργον dubitanter Ermerins 2 περι- πεϲὼν P. corr. Dietz 30 in mg. πδ᾿ ὁδοντοφυῖαϲ Orib. Paul: ὀδοντο- φυιάϲεωϲ P: ὀδοντιάϲεωϲ Aet.)

88
τενόντων, ἔμπροϲθεν μὲν προφυλακῆϲ χάριν οὑδὲν |δεῖ τῷ νηπίῳ διδό- ναι τῶν μαϲήϲεωϲ δεομένων, περιθλώμενα γὰρ τὰ οὖλα διαγανακτεῖ καὶ δυϲδιαίρετα γίνεται τυλωθέντα. πᾶν δὲ τοὐναντίον ἀπὸ τοῦ πέμπτου μηνὸϲ λελιπαϲμένῳ τῷ δακτύλῳ ϲυνεχῶϲ παρὰ τὸ λουτρὸν τὸ οὖλον ψηλαφᾶν καὶ μαλάϲϲειν ὀρνιθείῳ ϲτέατι· καὶ ὁ λάγειοϲ δὲ ἐγκέφαλοϲ οὕτωϲ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖ. [τόδε πρὸϲ ἀνιῶντα οὖλα δεῖ δὲ καὶ λίπαϲμά τι προδιδόναι τῷ βρέφει ταῖϲ χερϲὶν κατέχειν μεῖζον ἢ 〈ὡϲ〉 καταπίνειν δύναϲθαι πρὸϲ τὸ καὶ ἀποθηλάζειν τοῦ νοτιϲμοῦ καὶ μὴ ἀπρεπῶϲ τὰ οὖλα διαμαλάϲϲειν παρὰ τὴν τῆϲ πιμελῆϲ μαλακότητα. κατὰ δὲ τὴν ὀδοντίαϲιν αὐτὴν καὶ μάλιϲτα τῶν ὀδόντων παρακυψάντων ἤδη τοῦτο μὲν οὐκέτι δεῖ ποιεῖν· πρὸϲ γὰρ τῷ ἐπι- πόνῳ διαϲτραφήϲεται τὰ φατνία ϲπαδονίζοντοϲ τοῦ παιδίου περὶ τοῖϲ ὀδοῦϲιν κατὰ τὸν ἐφελκυϲμὸν τὰϲ τῆϲ πιμελῆϲ κτηδόναϲ. παραιτεῖϲθαι δὲ δεῖ καὶ τὸ βούτυρον καὶ τὰ δριμέα τῶν διαχριϲμάτων (ἐρεθίζεται γὰρ δακνόμενα τὰ φλεγμαίνοντα), παραπέμπειν δὲ ὡϲ ἐπιβλαβῆ καὶ τὴν διὰ τοῦ ϲμιλίου διαίρεϲιν. χρῆϲθαι δὲ τρυφερῶν ἐρίων καὶ καθα- ρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆϲ καὶ ϲιαγόνων ἐπιβροχῇ τε τῶν αὐτῶν δι᾿ ἐλαίου γλυκέωϲ καὶ θερμοῦ παρενϲταζομένου καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ, ἐπιμενούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ γύρεωϲ ἢ τήλεωϲ ἢ λινοϲπέρμου πυρίᾳ τε τῇ διὰ ϲπόγγων, καὶ μάλιϲτα τῶν οὔλων, ἔτι δὲ καὶ μέλιτι ϲυμμέτρωϲ ἀπέφθῳ ταῦτα διαχρίειν. καὶ τὸ λουτρόν, ἐὰν μείζων |ἡ ϲυμπάθεια τυγχάνῃ, παραι- τεῖϲθαι δεῖ καὶ τὴν τροφὸν ἐπ᾿ ὀλιγοποϲίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν ῥοφηματώδη τροφὴν λαμβάνουϲαν κὰν τῷ διδόναι τὸν μαϲτὸν ἠρέμα τῇ χειρὶ τὸ γάλα παραναθλίβουϲαν, ὡϲ 〈μὴ〉 διὰ τὴν ἐκμύζηϲιν τὸ νήπιον κακοπαθοῦν ϲφοδροτέραν ὑπομένειν τὴν φλεγμονήν.

50 [119. Φλεγμηνάντων δὲ τῶν παριϲθμίων ἡμεῖϲ μὲν τοῖϲ. αὐτοῖϲ χρώμεθα παρενϲτάζοντεϲ μελίκρατον καὶ πτιϲάνηϲ χυλόν· αἱ τροφοὶ δὲ κυμίνῳ πεφρυγμένῳ δι᾿ ὕδατοϲ καταπλάϲϲουϲι τὸν ἀν [*](28 § 50, 1] cf. Orib. lat. t. VI 54 B—D.; Must I 135) [*](1 post τενόντων excidisse quaedam statuit Rose Mustione et Aetio col- latis; cf. et Orib. et Paul. l. c. οὐδὲ Rose 2 τὰ μαϲηϲεωϲ δεόμενα P: corr. Ermerins 5— 6 καὶ ὁ λάγειοϲ . . . . οῦλα secius. Ermerins (sed et, n. 47, 16sqq.; 121, 28 ‘cerebellis leporum’ Must.) ego τῶδε α. τόδε) πρὸϲ ἀνιέντα (ι. ἀνιῶντα) οὖλα P glossema fuisse censeo 7 προϲδιδόναι Ermerins 8 μεῖζον ἡ Dietz: μείζονι P ψϲ add. Ermerins καταπίνειν Rose: καταπιῦ P. καταπιεῖν Dietz 9 παρὰ Dietz: περὶ P 11 ἐπιπόνῳ scripsi: ἐπιπόνωϲ P 12 διαϲτραφήϲεται Rose: διαϲτραφήϲεωϲ P 17 περιβολῇ Aet.) [*](κατὰ ante τραχήλου add. Ermerins; om. P Orit. Aet. Paul. 18 παρ- ενϲταϲομἐνου Orib. (Aet.): παρϲϲταζομένου P 21 αφέπτω P: corr. Dietz 22 μείζων ἡ Dietz: μίζονι P 23 δεῖ Ermerins: δὲ P 25 παρανθλίβουϲαν P: corr. Dietz μὴ add. Rose 26 ὑπομένει P. corr. Rose 27 in mg. πε᾿) [*](29 παρεϲτάζοντεϲ P: corr. Dietz 30 τροφαὶ P. corr. Dietz)

89
θερεῶνα, τὰ δὲ παρίϲθμια παρατρίβουϲιν ἄλατι καὶ παλαιῷ ἐλαίῳ, καὶ. διὰ μιᾶϲ χειρὸϲ ἑκατέρων ἐπιλαμβανόμεναι τῶν ϲκελῶν ἐπὶ κεφαλὴν ϲχηματίζουϲι τὸ βρέφοϲ μεταξὺ θύραϲ καὶ τῷ βρέγματι προϲάπτονται τοῦ τῆϲ ϲτέγηϲ 〈ὑπὸ〉 ποϲὶν ὀδοῦ, καὶ τοῦτο ποιοῦϲιν ἑπτάκιϲ. ὅπερ ϲχῆμα ϲυμπληρωτικὸν τοῦ κεφαλίου, διὰ τοῦτο δὲ καὶ τῶν παριϲθμίων· ἡ δὲ παράτριψιϲ καθ᾿ ἑαυτὴν μὲν παροξυντικὴ τῆϲ φλεγμονῆϲ, διὰ δὲ τὴν δριμύτητα τῶν ἁλῶν καὶ μᾶλλον· τὸ 〈δὲ〉 κύμινον καὶ 〈διὰ τὴν〉 πληκτικὴν ἀποφορὰν τῆϲ κεφαλῆϲ ἐϲτι ϲυμπληρωτικόν.

51 [120]. Ἄφθηϲ δὲ γενομένηϲ (ἤτιϲ ἕλκοϲ μέν ἐϲτιν ἐπιπόλαιον ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ νεμόμενον) μικρᾶϲ μὲν ἐϲχάραϲ οὔϲηϲ μέλιτι δεῖ τὸ ϲτόμα διαχρίειν, μείζονοϲ δὲ μετὰ ξηραϲίαϲ μὲν καὶ φλεγμονῆϲ καταπλάϲϲειν τοῖϲ | χαλᾶν δυναμένοιϲ, μετὰ καθυγραϲμοῦ δὲ τοῖϲ ϲτύφειν ὑπιϲχνουμένοιϲ, οἶον διὰ φακοῦ καὶ ϲιδίων. κατὰ δὲ τοῦ ἕλκουϲ ἔνδοθεν χρῆϲθαι τῇ ἀνθηρᾷ ἢ λείῳ τῷ ἄνθει τῶν ῥόδων ἢ κυπέρῳ ἢ μυρίκηϲ καρπῷ, ποϲῶϲ δὲ τῆϲ ὑγραϲίαϲ κρατηθείϲηϲ τῇ διὰ μόρων ϲτοματικῇ καὶ τῇ διὰ κωδυῶν καὶ τῆ δι᾿ ἀρνογλώϲϲου μετὰ μέλιτοϲ ἦ τινι ἄλλῳ τῶν ϲτυπτικῶν χυλῶν ἑψηθέντι μετὰ μέλι- τοϲ. βοηθεῖ καὶ ἰρίϲ μετὰ μέλιτοϲ, καὶ εἰ ξηρὰν ἐμφυϲᾶν ἐθέλειϲ, καὶ ῥόδων φύλλα κεκομμένα, καὶ τὸ ἄνθοϲ τῶν ῥόδων καὶ κρόκοϲ καὶ ὀλίγον ϲμύρνηϲ καὶ ἡ κηκὶϲ καὶ ὁ λιβανωτὸϲ καὶ ὁ φλοιὸϲ τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαϲτον, μέλιτι δευόμενα, ἐπὶ τούτοιϲ μελίκρατόν τε καὶ ῥόαϲ γλυκείαϲ ὁ χυλόϲ. τὸ δὲ θριξὶν περιειλεῖν τὸν δάκτυλον καὶ ἀποβάπτειν εἰϲ ἔλαιον ἢ μέλι καὶ ἀποϲμήχειν τα ἑλκη, καθάπερ αἱ τροφοὶ πράττουϲιν, καὶ μάλιϲτα τούτων αἱ Ϲύραι, παραιτητέον, ἀποϲπωμένων γὰρ τῶν ἐϲχαρῶν ἐνυβριζόμενα τὰ ἕλκη παροξύνονται.

[*](2— 4 ἐπὶ κεφαλὴν — ἑπτάκιϲ] cf. Marcell. Empir. XIV 66 p. 111 Niederm.)[*](10—19 § 51, 1— 3] cf. Orib. Coll. lib. inc. 25, Synons ad Eustath. V 10; Paul. I 10; Must. I 136 15 τῇ ἀνθηρᾷ] compositionem e Sorani Narthece (Wellmann, ‘Celsus’ p. 38, 3) descripsit Gal. XII 957)[*](1 ἀλί τε Herwerden (sed cf. p. 60, 5) 2 τὶᾶ ϲκελῆ P: corr. Dietz 3 τοῦ scripsi: τοῖϲ P 4 ϲτέγηϲ Ermerins; τῆϲ P ὑπὸ addid. Kind ὁδοῦ Reinhold: ὀδοῦ P: 〈ἐπ᾿ 〉 ὁδοῦ Ermerins; intelleae ‘sincipite (infantis) attin- guni domus limen inferum’ 6 παραθλίψιϲ P. corr. Ermerins παρ- οξυντικὴν P: corr. Diets 7 ἄλλων P: corr. Reinhold δὲ add. Poeinhold ὰ τὴν suppl. Reinhold καὶ post ἀποφορὰν posito 9 in mg. πς᾿ 15 τοὺϲ P1: corr. Dietz τὴν ἀνθηρὰ P. corr. Ermerins ἢ λείῳ Rose: ἡλίω P 16 καρπὸϲ P: corr. Dietz 17 διακωδίων P: correxi 18 ἄλλω τῶν Rose: ἀλλων P ἐψιθέντι P: corr. Rose 19 ξηρᾶν P: ξηρὰ Rose 21 ὀλίγωϲ P: corr. Dietz 22 καὶ add. Ermerins ante ἐπὶ: ἐπὶ δὶ Orib. 23 δοιᾶϲ Orib. Paul. 26 γὰρ P : δὲ Ermerins ἔλκη Ermerins: βρέφη P 27 παρο- ξύνεται Rose)
90

52 [121]. Πρὸϲ δὲ τοὺϲ ὀδαξηϲμοὺϲ τοῦ ϲώματοϲ πυρία χρηϲι- μεύει καὶ ἄφθονον ἄλειμμα τὸ δι᾿ ἐλαίου ἀπέφθου, ϲυντακέντοϲ ὀλίγου κηροῦ χάριν τοῦ παχύτερον γενόμενον τὸ ἔλαιον τοῖϲ ϲώμαϲιν ἐπι- μένειν ἕωϲ πλείονοϲ. πρὸϲ δὲ τὰ ἐξανθήματα καὶ τὰϲ φλυκταίναϲ καὶ τὰ κάθυγρα τῶν κατὰ τῆϲ ἐπιφανείαϲ ἀποτελουμένων ἑλκῶν τὴν ἅλμην καὶ τὸ οὖρον διὰ τὴν δριμύτητα παραπέμπομεν * * ἀϲμένωϲ δὲ δέχεϲθαι. ὅταν οὖν ἀπανθήϲη καλῶϲ, τηνικαῦτα ἤδη θεραπεύειν. θερμῷ 〈δὲ〉 λούομεν ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονοϲ ϲτύψεωϲ χρή- ζωμεν, μυρϲίνηϲ ἢ ϲχίνου ἢ βάτου ἡ ϲιδίων. τὰ δὲ μᾶλλον ἡλκωμένα καταπλάϲϲομεν ἀρνογλώϲϲῳ μετ᾿ ἄρτου ἢ ϲέριδι ἢ πάλη ἀλφίτων μετὰ ἀνδράχνηϲ ἢ ἀειζῴου ἢ κοτυληδόνοϲ ἢ ῥόδοιϲ ξηροῖϲ ἢ χλωροῖϲ ἑψημένοιϲ μετὰ μελιλώτου ἢ φοίνιξι καταχρίομέν τε τοῖϲ διὰ λιθαρ- γύρου καὶ ψιμυθίου καὶ ϲτυπτηρίαϲ καὶ ὄξουϲ καὶ μυρϲίνου ἢ ῥοδίνου ἢ ϲχινίνου.

53 [122]. παυϲαμένου δὲ τοῦ ῥευματιϲμοῦ καὶ τῆϲ πολλῆϲ ἀπο- κρίϲεωϲ τῶν ἰχώρων 〈εἰ〉 τὰ ἕλκη φαίνοιτο φλεγμαίνοντα, δι᾿ ὑδρε- λαίου θερμοῦ λούομεν 〈ἢ〉 ἀφεψήματοϲ λινοϲπέρμου ἢ τήλεωϲ ἢ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ, τὰ δὲ ἕλκη περιχρίομεν τῷ λευκῷ τῶν ψῶν ἀνακοπέντι καὶ ὑγρᾷ ϲυμπλακέντι κηρωτῇ. μετὰ δὲ τὴν ὑπέκλυϲιν τῆϲ φλεγμονῆϲ ἐὰν ῥυπαρία τιϲ ὑπομένῃ, διὰ μέλιτοϲ μετρίωϲ ἀφεψη- θέντοϲ, ἷνα τὸ δριμὺ καὶ τὸ δηκτικὸν ἀποβάλῃ, προϲαποκαθαίρομεν αὐτήν, ἢ φακῷ μετὰ μέλιτοϲ (ὁρμόζει δὲ τὸν φακὸν περιεπτιϲμένον ἕψειν, ἵνα ϲτυπτικὸν τὸ πίτυρον ὑπάρχον ἀποβάλῃ]. καθαρῶν δὲ γενο- μένων τῶν ἑλκῶν διὰ λιθαργύρου λείου ἢ ψιμυθίου ἢ τῇ διὰ χυλῶν ἀνειμένῃ ποϲῶϲ ἀναπληροῦμεν τὰ ἐπίκοιλα. μετὰ δὲ τὴν ἐξίϲωϲιν ἀπου- λώϲεωϲ χάριν τὴν διὰ λαδάνου παραλαμβάνομεν ἢ τὴν δι᾿ ψῶν ἢ τὴν διὰ κριθῶν ἢ τὴν διὰ καδμίαϲ ῥοδίνῳ προϲενηλειμμένην. καὶ ῥύπτειν δεῖ που τοῖϲ νίτροιϲ μαλακώτερον, οὐ γὰρ οἴϲει τὰ ἰϲχυρότερα. [*](1 XXV] cf. Orib. Coll. lib. inc. 24, Synops. ed Eustath. V 6. 8: Aet. IV 21; \ Paul. I 6. 8; Must. I 137 25 τῇ διὰ χυλῶν] medicamentum a Menecrate compositum descripsit Damocrates ap. Gal. XIII XIII 1001 (ἔλκη τε πληροῦν κοῖλα . . . διεθεῖϲαν)) [*](1 in mg. πζ᾿ 2 Πράοϲ P: corr. Ermerins 3 ἄφθονον ἄλειμμα Rose (adicei τὸ): ἀφθόνῳ ἀλείμματι P 4 γενόμενον Rose: γενέϲθαι P καὶ ante ἐπιμένειν add. Ermerins 7 ἅλμην Aet.: ἀκμὴν P διὰ Aet.: καὶ P lacu- nam significari coll. Orib. et Paul. ἀϲμένην Orib. Paul. 1 sq. ἀϲμένωϲ οὖν δέχεϲθαι, — ὅταν δὲ Ermerins 〈ἃ〉 ἀϲμένωϲ δεῖ δέχεϲθαι Rose 8 θερα- πεύοντεϲ Rose 2 δὲ addidi coll. Aet. 11 ἀρνόγλωϲϲον μεταρτῶν P: corr. Ermerins (cf Aet) ϲέριν ἢ παλῆϲ P: corr. Ermerins 12 ἀδράχνηϲ P) [*](13 ἑψημένοιϲ P 14 ϲτυπτηρίοιϲ P: corr. Dietz 17 εἰ add. Dietz 18 ἢ δι᾿ add. Ermerins 12 περιχρὴειν P: corr. Rose 24 ἑψεῖν P, ut solet) [*](25 χυλῶν Ermerins: χυλοῦ P 26 ἀνειμένα Rose ἐπίκοιλα Kind: ποικίλο P: κοῖλα Ermerins 27 χάριν, τῆ P: corr. Dietz 28 ῥ. προϲενηλειμμένην scripsi: ῥοδίνω προϲανειλημμένην P: προενειλημένην ὀθονίῳ Rose (p. 401 colI. Sor. ap. Gal. XII 417 29 δήπου P: corr. Rose )

91
κάλλιϲτον δὲ καὶ τὴν τιτθὴν διαιτᾶϲθαι 〈τῷ〉 γλυκυτέρῳ τρόπῳ, κάλ- λιϲτον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆϲαι μήτε ἐμπιπλῶνταϲ μήτ᾿ αὖ ϲφόδρα ἐνδεῶϲ. ἐὰν δὲ ἐφίϲτηται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοϲ ἐγχέονταϲ ἔψειν ὡϲ βαλάνιον, ἐὰν δὲ μηδὲ οὕτωϲ ὑπακούῃ, τῆϲ τερε- βινθίνηϲ παρεμβάλλειν ὅϲον ἐρέβινθον· παρυγραινομένηϲ δὲ τῆϲ κοιλίαϲ κέγχρον μάλιϲτα προϲφέρειν.

54 [123]. Ῥώχοντοϲ δὲ τοῦ νηπίου διὰ τὸ πολὺ φλέγμα ϲυλ- λέγειν ἔνιοι μὲν τὰ διὰ καρδαμώμου καὶ κυμίνου καὶ κνίδηϲ ϲπέρ- ματοϲ καὶ πεπέρεωϲ ἐκλείγματα παραλαμβάνουϲιν. ἡμεῖϲ δὲ ταῦτα διὰ τὴν δριμύτητα παραπέμψαντεϲ, ὅτι δάκνοντα ῥευματίζει καὶ πλεί- ονοϲ γίνεται αἴτια φλεγμονῆϲ, μελίκρατον ϲυνεχῶϲ ἐνϲτάζομεν, κἂν καταπίνῃ τὸ φλέγμα μήπω δυνάμενον πτύειν, παραθλίβομεν τὴν γλῶϲ- ϲαν αὐτοῦ, καὶ οὔτωϲ ἐμέτου γινομένου τὸ καταποθὲν εὐχερῶϲ ἐκκρί- νεται. βήϲϲοντοϲ δὲ τοῦ βρέφουϲ τοῖϲ διὰ ϲτροβιλίων καὶ ἀμυγδάλων φρυκτῶν καὶ λινοϲπέρμου καὶ γλυκυρρίζηϲ χυλοῦ καὶ πιτυῖδων καὶ τραγακάνθηϲ καὶ μέλιτοϲ ϲκευαζομένοιϲ ἐκλείγμαϲιν χρώμεθα παραιτού- μενοι καὶ νῦν τὰ δριμέα (προϲερεθίζεται γὰρ ἡ βὴξ ἀκμὴν πρόϲφατοϲ ὑπάρχουϲα)· παραιτούμεθα δὲ καὶ τὸ λουτρόν. |

55 [124]. Ϲειριάϲεωϲ δὲ γενομένηϲ. ἥτιϲ, ὡϲ μὲν Δημήτριοϲ [φηϲὶ] ἐν Ϲημειωτικῷ παραδίδωϲιν, οὐδὲν ἄλλο πλὴν καυϲώ- δηϲ ἐϲτὶν πυρετόϲ, ὡϲ δὲ ἔνιοί φαϲι, φλεγμονὴ τῶν περὶ τὸν ἐγκέ- φαλον καὶ τὰϲ μήνιγγαϲ μερῶν, ὥϲτε κοιλότητα τοῦ βρέγματοϲ καὶ τῶν ὀφθαλμῶν παρακολουθεῖν μετ᾿ ὠχριάϲεωϲ καὶ ξηραϲίαϲ τοῦ ϲώ- [*](8 § 54, 1] cf. Orib. lat. t. VI 54 B.— D.; Must. I 138 15 § 54, 2] cf. Orib. lat. t. VI 53 B— D.; Aet. IV 18; Must. I 139 20 XXVII] cf. Orib. Synops V 13: Aet. IV 13; Paul. I 13; Must. I 140 21 sq. Δημήτριοϲ ἐν Ϲημειωτικῷ] seil. ὁ Ἀπαιεύϲ (cf. p. 94, 32: 106, 10; Cael. Auret ‘in libro Signorum ’ Cel. ΙΙΙ 18, 179; Tard. V 9, 89)) [*](1 καλὸν Rose, sed cf. Orib. Paul. τῷ add. Orib. Paul. 2 ὡϲ add. Rose ante ἐμπιπλ. ἐμπιπλῶνταϲ Orib. Cell. (ἐμπιπλάνταϲ Orib. Synops Paul.): ἐμτπιπλᾶν αὐτὸ P 3 παιδίου Orib. Synops., Paul.: παιδὸϲ P 4 ἐπιχέοντα Orib. Synops. τ deest numerus in P ὤχμου P: corr. Er- merins 9 καρδάμου Rose (de cardamona et cardamo cf. Doise I 6; II 155 Gal. XII 11 sq.) 10 ἑλίγματοϲ P: corr. Dietz 11 πλείωνο P: corr. Dietz) [*](12 αἰτία P 15 ηοοντοϲ P: suppl. Dietz ἀμυγδάλου P: corr. Er- merins 16 φρυκτῶν καὶ Rose: καὶ φρικτοῦ P: ‘noeleis pincis et amigdalis usque ad nidorem levi pruna tostalis’ Orib lat. 17 ϲκευαζομένηϲ ἑλίγμαϲιν P: corr. Dietz παραιτούμεθα P: corr. Ermerins 18 προϲεριθίζεται P: corr. Dietz 20 in mg πθ΄ P 22 φηϲὶ del. Rοse ἐν 〈τῷ〉 Dietz παραδίδουϲιν P. corr. Rose: del. Ermerins)

92
ματοϲ καὶ ἀνορεξίαϲ, ὡϲ πρὸϲ φλεγμονὴν πάντα δεῖ ποιεῖν. ‘ϲειρίαϲιν’ δὲ τὸ πάθοϲ 〈καλεῖϲθαί φαϲιν〉 οἱ μὲν ἀπὸ τοῦ ἄϲτρου διὰ τὴν πύρωϲιν, οἱ δὲ ἀπὸ τῆϲ τοῦ βρέγματοϲ κοιλότητοϲ, ὅτι ‘ϲειρὸϲ’ παρὰ τοῖϲ γεωργοῖϲ λέγεται ϲῶμα κοῖλον, εἰϲ ὃ τὰ ϲπέρματα βάλλοντεϲ φυλάττουϲιν. ὠφελεῖ δὲ καὶ αὐτοὺϲ τοῦ ψοῦ τὸ ἐρυθρὸν ἀνεθὲν διὰ ῥοδίνου καὶ πτύγματοϲ τρόπον τιθέμενον κατὰ τοῦ βρέγματοϲ καὶ ϲυνεχῶϲ ἀλλαϲϲόμενον, ἢ ἐπὶ τοῦ αὐτοῦ βρέγματοϲ τιθέναι ἡλιοτροπίου φύλλον, κολοκύνθηϲ ξέϲματα, ϲικύου πέπονοϲ τὸ περικείμενον τῇ ϲαρκὶ δέρμα ἡ ϲτρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου.

56 [125]. Ῥευματιζομένου δὲ τοῦ βρέφουϲ τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώμεθα δὲ τοῖϲ ϲτυπτικοῖϲ τῶν ἐπιθεμάτων καὶ δι᾿ ὠτικοῦ κλυϲτηριδίου κύαθον ἐνίεμεν χυλοῦ 〈ἢ〉 ἀρνογλώϲϲου ἤ τινοϲ τῶν ὁμογενῶν |τὸ ϲύνολον, ἃ καὶ ἐπὶ τῶν τελείων παϲχόντων ἐγκρίνομεν, ἕωϲ ἡ δύναμιϲ ἐπιτρέπει. μαϲτὸν δὲ λαμβάνοντοϲ αὐτοῦ τὴν τροφὸν διαιτῶμεν τῷ περὶ τὸ βρέφοϲ πάθει καταλλήλωϲ ἀλουτεῖν κελεύοντεϲ καὶ ὑδροποτεῖν καὶ τροφὰϲ λαμβάνειν ϲταλτικάϲ· ϲυναναφέρεται γὰρ αὐτῶν ἡ ποιότηϲ, ὥϲτε τὸ νήπιον εἰϲ ϲυναίϲθηϲιν αὐτῆϲ μᾶλλον ἔρχεϲθαι. καθὼϲ γὰρ αἱ ϲύεϲ αἴραϲ φαγοῦϲαι ϲκοτοῦϲι τοὺϲ ὑπ᾿ αὐτῶν τρεφομένουϲ γαλαθηνοὺϲ αὐταὶ μὴ ϲκοτού μεναι καὶ ὡϲ τῶν αἰγῶν ϲκαμωνίαν νεμηθειϲῶν οἱ ὑπ᾿ αὐτῶν τρεφό- μενοι ἔριφοι καθαίρονται τὴν κοιλίαν καίτοι τῶν αἰγῶν μὴ ῥευμα- τιϲθειϲῶν, οὕτῳ διὰ τὴν προϲφορὰν τῶν ϲταλτικῶν ϲιτίων ἦττον μὲν ἡ τροφὸϲ ἀντιλαμβάνεται τῆϲ ϲφίγξεωϲ, μᾶλλον δὲ τὸ βρέφοϲ τῷ ἐξ [*](3 ϲειρόϲ] Etym. Magm. s. v. ϲιροί τὸ ἐπιτήδειον ἀγγεῖον εἰϲ ἀπόθεϲιν πυρῶν καὶ τῶν ἄλλων ὀϲπρίων; cf. Varr. Rer.rust. Ι 57, 2 ‘quidans granaria habent sub terris speluncas, quas tocant sirus, ut in Cappadocia ac Thracia’ 5 § 55, 2] cf. Dietz. Eupor. I 9 (Orib. Synops VIlI 21); Welliman, Die Schrifi des Diosk. Π. ἁπλ. φαρμ. (Berl. 1914) p 40; 54 7 ἡλιοτροπίου φύλλον] cf. Diosc. Mat. med. I IV 190, 2 8 κολοκύνθηϲ τέϲματα] cf. Diose. Mat. med ΙΙ 134 (ξύϲμα)) [*](8 seq. ϲικύου . . . δέρμα] cf. Diose. Mat. med. ΙΙ 135, 2 2 ϲτρούχνου κηπαίου] cf. Diose. M. med. IV 70, 2 11 § 56] c Aet IV 19; Must. I 141) [*](21 ὧϲ τῶν αίγῶν κτλ] cf. Hippocr. Epid. VI 5, 15 (Gel. XVII 8 305sq.)) [*](1 ϲειρίαϲιν scripsi: ϲηρίον P: ϲείριον editt 2 καλεῖϲθαί φαϲιν add. Rein- hold (sed post οἱ μὲν) 3 ϲειρὸϲ scripsi: ϲῆροϲ P: ϲιρὸϲ editt. 4 βαλόντει P. βαλόντεϲ Ermerins 5 post φυλάττουϲιν (lacunam statuit Ermerins καὶ αὐτοὺϲ seil. ut alios inflamuiatione laborantes 5sq. ἀνεθὲν διὰ ροδίναι Dietz: ἀνεθέντι ῥοδίνου P: ἀνεθέν τε ῥοδίνῳ Ermerins: ἀνεθὲν ῥοδίνῳ Rose 7 βρέγματοϲ del. Ermerins post ἡλιοτροπίου add. τοῦ ϲκορπιούρου καλουμένου Diose. Eupor., Orib. (Aet.) Paul. 8 φύλλον Rose: χυλὸν P (cf. Aet: fort. φύλλα cum Diose. Eupor. ante κολοκύνθηϲ εἰ ϲικύου add. ἢ Ermerins 9 κηπαίου scripsi cum Diose.: κηπευτοῦ P post κηπαίου add. τῶν φύλλων Diose. Eupor., Οrib. 11 in mg. 𝒢΄ δἰ Aet.: οὖν P 12 [δ[ι] ῶραν (ὃι in ras.) P 13 καυτηριδίου P: corr. Dietz 14 ἢ addidi (cf. p. 120, 3) 15 ἐκρίνομεν P: corr. Dietz 18 αὐτῶ P. corr. Ermerins 19 εἰραϲφαγοῦϲαι P: corr. Ermerins 21 ϲκαμωνίαν P: ϲκαμμ. editi. 22 κοιλίην P ραματιϲθειϲῶν P)

93
αὐτῆϲ γάλακτι τρεφόμενον. διὸ καὶ τοὐναντίον 〈ἐὰν〉 ἀδιαχώρητον μένῃ μέχρι πλείονοϲ, τῇ τροφῷ δίδομεν τὰ μαλάϲϲοντα τὴν κοιλίαν.

57 [126]. καίτοι γὰρ καὶ καθολικῶϲ ἕωϲ τῷ γάλακτι τρέφεται τὸ βρέφοϲ, καταλλήλωϲ τῇ νόϲῳ τοῦ νηπίου τὴν τροφὸν διαιτῶμεν, τοῖϲ δὲ ἐπιθέμαϲιν ἢ καταπλάϲμαϲιν ἢ καταβροχαῖϲ ἐπὶ τοῦ νηπίου χρώ- μεθα καταλλήλωϲ. ἐπὶ δὲ τοῦ ἀπογαλακτιϲθέντοϲ ϲιτίον αὐτῷ κατάλ- ληλον τῷ πάθει ϲυντάϲϲομεν, ἅπερ ἐκ τῶν θεραπευτικῶν ῥηθηϲομένων ἔϲτι μετενεγκεῖν.

τὸ δὲ πόϲων ἐτῶν αὐτὸ γενόμενον παιδαγωγῷ παραδοτέον καὶ πυταπῷ τούτῳ καὶ ἢν ϲυνήθειαν αὐτῷ καταϲκευαϲτέον πρὸϲ τοὺϲ γονεῖϲ, ὅτε μὴ τρέφεται παρ᾿ αὐτοῖϲ, καὶ πάν τὸ ἐμφερῶϲ ζητού- μενον τούτοιϲ οὐ κατ᾿ ἰατρικάϲ ἐϲτιν ὑποθήκαϲ, φιλοϲοφωτέραν δὲ τὴν διάταξιν ἔϲχηκεν, ὥϲτε |παρὰ τρόπον ἄλλοιϲ ἐπιτρέψαντεϲ φιλο ϲοφεῖν αὐτοῖϲ τὸν περὶ παιδοτροφίαϲ λόγον ἐνθάδε τελειοῦμεν. ϲυν- απηρτικότεϲ δὲ αὐτῷ πάντα τὸν περὶ τῶν κατὰ φύϲιν λόγον ἀναγκαίωϲ ἐπάνιμεν ἐπὶ τὸ πλειϲτοδυναμοῦν τῶν λεγομένων περὶ τῶν παρὰ φύϲιν ϲυνιϲτανομένων περὶ τὰϲ γυναῖκαϲ. καὶ ἠνα καθαρὸν γένηται τὸ ἰδίωμα τῆϲ πραγματείαϲ, περὶ αὐτοῦ πρῶτον ἐξετάϲομεν τοῦ κατὰ τὸ ϲημαι- νόμενον, εἰ ἴδια πάθη γίνεται γυναικῶν.

[*](1 ἐὰν supplesi: εἰ Ermerins 2 μένη P: μένει Dietz 3 καίτοι P καὶ Rose καὶ Rose. ἢ P. del. Ermerins τρέφεϲθαι P. corr. Dietz 7 τῶν παθῶν P. corr. Ermerins ἅπερ P: οὖπερ Rose ῥηθηϲομένων P: ῥηθέντα ϲημεῖα Rose quaenam spectentur therapeutica incertlum 8 ἐϲτὶν P)[*](μετενενεγκεῖν. τὸ Ermerins: μετενέγκοιντο P 9 γενόμενον P: corr. Er. merins: γενομένων Dietz 10 ποταπῶ P: ποδαπὼ Ermerins ἢν] cf. Kühmer- 〈Gerth II 438. ἢν P 11 τρέφεϲθαι P: corr. Dietz 14 αὐτοῖϲ P: αὐτοὶ Er- merins 15 αὑτῶν ἂν τὰ P. corr. Dietz περὶ τὰ P: corr. Ermerins 16 ἐπάνιμεν ἐπὶ Rose: ἐπανιμένειν P: ἐπάνιμεν εἰϲ Ermerins πλεῖϲτον δυνα- μοῦν P: corr. Reinhold 17 ϲυνιϲτανομένων P: ϲυνιϲταμένων editt. 18 ἐξετάϲομεν Ermerins: ἐξετάϲωμcν P 19 sequuntur in P (p. 20 sq. D) capita 𝒢α΄ Πρὸϲ τὰ τῶν μηρῶν καὶ ὡτων παρατρίμματα) et 𝒢β΄ (Δίωτα νηπίων καὶ τῶν ἐφεξῆϲ ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων ϲυνοπτική) Aetiana (IV 12, 24, 29))