Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω κοῦππα καὶ ἐχέτω τὴν κάτω διάμετρον ποδῶν ε, τὴν δὲ ἄνω ποδῶν γ, τὸ δὲ ὕψος ποδῶν η, καὶ ἐχέτω τὸν οἶνον ἕως ποδῶν ϛ· πόσα οὖν κεράμια χωρήσειε; ποιῶ οὕτως· ἀφαιρῶ τὰ γ ἀπὸ τῶν ε· λοιπὸν β. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ιβ. τούτων τὸ η´· γίνεται ᾱ ÷U+2220´. καὶ ἀφαιρῶ τὴν ᾱ U+2220´ ἀπὸ τῶν ε· λοιπὸν γ U+2220´. ἔσται οὖν τὸ πλάτος, ἕεως ὅπου ὁ οἶνος ἀνέβαινεν, ποδῶν γ U+2220´.

καὶ ποιῶ τὰ γ U+2220´ καὶ τὰ ε ὁμοῦ· γίνονται πόδες η U+2220´· ὧν U+2220´ γίνονται δ δ´. καὶ ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πόδες ιη ιϛ´. ταῦτα ἑνδεκάκις· γίνονται ρ𝒢η U+2220´ η´ ιϛ´. τούτων μερίζω τὸ ιδ´· γίνονται πόδες ιδ ζ´ κη´ ριβ´ σκδ´. ταῦτα ποιῶ ἐπὶ τὸ ὔψος, ἐπὶ τοὺς ϛ. γίνονται πόδες πε ξ´ ριβ´. τοσαῦτα κεράμια χωρήσει, πε ζ´ ριβ´.