Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Τὸν δὲ λεγόμενον βωμίσκον μετρήσομεν οὕτως, οὗ τὸ μὲν ὕψος ἐστὶ ποδῶν ν, ἡ δὲ βάσις τοῦ βωμίσκου ἔχουσα τὴν μὲν μείζονα πλευρὰν ποδῶν κδ, τὴν δὲ ἐλάσσω ποδῶν ιϛ, ἡ δὲ κορυφὴ ἐχέτω ἡ μὲν μείζων πλευρὰ πόδας ιβ, ἡ δὲ ἐλάσσων πόδας η.

συνέθηκα τῆς κορυφῆς καὶ τῆς βάσεως τὰς μείζονας πλευράς, οἷον τὰ ιβ καὶ τὰ κδ· γίνονται λϛ· καὶ ἔτι τὰ τῆς βάσεως καὶ τῆς κορυφῆς τὰς ἐλάσσονας πλευρὰς [*](2 ξύστρας] MS, ξύρας C δὲ] CS, om. M. 3 πόδες] S, om. CM. 5 γʹ] CM, om. S. τρισσάκι] S, τρισσάκις C, τριάκις M. γ] S, τρεῖς CM. 6 εἰσίν] S, εἰσί CM. 7 ωκ] CM, χκ S. λοιπὸν] CS, λοιπὰ M. 8 U+2220΄] CM, om. S. ϛ΄] S, τὸ ϛ CM. γίνονται κγ β] CMS. deleo. β] S, ω CM. ἕκτον] Hultsch, ἐκ τοῦ CMS. 9 β] S, ω CM. τοσούτου] S, om. CM. ἑξῆς ἡ καταγραφή S, seq. fig. fol. 60v. 10 δὲ] S, om. CM. ἐν] S, om. CM. ιβ΄] ιβ S, δωδεκάτῳ CM. τῶν] CS, ἀπὸ τῶν)

160
[*](CMS) εἰς τὸ αὐτό, οἷον τὰ ιϛ καὶ τὰ η· γίνονται κδ. λαβὲ τὸ U+2220ʹ τῶν λϛ· γίνονται ιη· ὁμοίως καὶ τῶν κδ τὸ U+2220΄· γίνονται ιβ. πολυπλασίασον ταῦτα ἐπὶ τὰ ιη· γίνονται σιϛ.

καὶ πάλιν ἀφαιρῶ ἀπὸ τῆς μείζονος πλευρᾶς τὰ ιβ ἀπὸ τῶν κδ· λοιπὸν γίνονται ιβ. τούτων τὸ U+2220΄· γίνονται ϛ. καὶ πάλιν ὁμοίως τὴν κορυφὴν ἀπὸ τῆς βάσεως τὴν ἐλάσσονα πλευράν, οἷον τὰ η ἀπὸ τῶν ιϛ· λοιπὸν γίνονται η τούτων τὸ U+2220΄· γίνονται δ. ταῦτα πολυπλασίασον ἐπὶ τὰ ϛ· γίνονται κδ.

τούτων τὸ γʹ μέρισον· γίνονται η. ταῦτα προσέθηκα τοῖς σιϛ· γίνονται ὁμοῦ σκδ. ταῦτα πολυπλασίασον ἐπὶ τὸ ὕψος, ἐπὶ τὰ ν· γίνονται α ,ασ καὶ τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ βωμίσκου. ὁμοίως δὲ καὶ ἐπʼ ἄλλων ἀριθμῶν μετρήσομεν.