Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω φρέαρ καὶ ἐχέτω διάμετρον ποδῶν ε, καὶ περιοικοδομείσθω τοῖχος ἔχων πλάτος ποδῶν β, τὸ δὲ βάθος ποδῶν κ· εὑρεῖν, πόσων ποδῶν γίνεται ὁ τοῖχος. [*](1 ζητήσῃ] MSV, ζητήσει C. 2 χωρεῖ] χωρῇ SV, χωρήσει CM. 6 ἔστω] SV, ἔσται CM. τὸ] CMS, om. V. 7 ἤτοι— 8 ε] CM, ε ἤτοι τὸ βάθος SV; ἤτοι τὸ βάθος deleuerim. 9 ποίει] SV, ποιῶ] CM. 10 ἤγουν] CSV, ἢ ὡς M. τὰ κε—ιβ] CM, τὰ ιβ ἐπὶ τὰ κε SV 13 sqq. V fol. 10v. 14 μεμαρμαρώσθω] Hultsch, μεμαρμαρούσθα CMSV 17 πόδας] SV, om. CM. 18 τοῖχοι] SV, τύχοι CM. 19 ἔστω—κολυμβήθρας] CSV, om. M.)

90
[*](CSMV) ποίει οὕτως· τοῦ τοίχου τὸ πλάτος δίς· γίνονται δ. ταῦτα προστίθημι τῇ διαμέτρῳ τοῖς ε· γίνονται πόδες θ· ἔστω ἡ διάμετρος τοῦ τοίχου καὶ τοῦ φρέατος ποδῶν θ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πα· καὶ ἀφαιρῶ ἀπὸ τῶν πα τὴν διάμετρον τοῦ φρέατος τὰ ε ἐφ᾿ ἑαυτά· γίνονται κε· λοιπὸν νϛ. ταῦτα ἀεὶ ἑνδεκάκις· γίνονται χιϛ. τούτων ἀεὶ τὸ ιδ´· γίνονται μδ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ βάθος· γίνονται ωπ. ἔσται ὁ τοῖχος στερεῶν ποδῶν ωπ.