Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἀστερίσκον διπλοείλητον μετρῆσαι, οὗ ἡ διάμετρος ποδὸς ᾱ καὶ τὸ πλάτος ποδῶν γ καὶ τὸ ὕψος ποδῶν β· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὴν διάμετρον ἐπὶ τὰ β· γίνονται η. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ξδ. ἆρον τὸ ἔμφωτον ἐφʼ ἑαυτό· γίνονται ῑϛ· λοιπὸν γίνονται μη. ταῦτα ἐπὶ τὸ πλάτος, ἐπὶ τὰ γ· γίνονται ρμδ. ταῦτα ἑνδεκάκις· γίνονται ,αφπδ· ὧν τὸ ιδ΄· γίνονται ρῑγ ζ΄.