Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Τμῆμα ἧττον ἡμισφαιρίου, οὗ ἡ διάμετρος ποδῶν ῑβ, ἡ δὲ κάθετος ποδῶν δ εὑρεῖν τὴν ἐπιφάνειαν. ποιῶ οὕτως· τὸ U+2220΄ τῆς διαμέτρου ἐφʼ ἑαυτό· γίνονται λϛ· καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται ῑϛ. σύνθες ὁμοῦ· γίνονται νβ. ταῦτα καθολικῶς ἐπὶ τὰ δ· γίνονται πόδες ση. ταῦτα ἑνδεκάκις· γίνονται πόδες ,βσπη. τούτων τὸ ιδ΄· γίνονται ρξγ γ΄ ιδ΄ μβ΄.