Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Σφαίρας ἡ διάμετρος ποδῶν ῑγ· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. ποιῶ οὕτως· τὰ ῑγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ταῦτα ἐπὶ τὰ δ· γίνονται χοϛ. ταῦτα ἑνδεκάκις· γίνονται ζυλϛ. τούτων τὸ ιδ΄· γίνονται φλᾱ ζ΄. τοσούτου ἔσται.