Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κόγχην ἤγουν τεταρτημόριον μετρήσομεν κατὰ τὴν μέθοδον τοῦ ἡμισφαιρίου τὰ συναγόμενα μερίζοντες παρὰ τὸν πδ. οἷον ἔστω ἡ διάμετρος τῆς κόγχης σὺν τοῖς β πάχεσι τῶν τοίχων ποδῶν ῑδ. τούτους ἐφʼ ἑαυτούς· γίνονται ρ𝒢ϛ. ταῦτα πάλιν ἐπὶ τὰ ῑδ τῆς αὐτῆς διαμέτρου· γίνονται βψμδ. ταῦτα ἑνδεκάκις· γίνονται γ ρπδ. τούτων τὸ πδ΄· γίνονται πόδες τνθ γ΄. τοσούτων ἔστω τὸ στερεὸν τῆς κόγχης ὁλόμαζον.