Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κοῦπα, ἧς ἡ κάτω διάμετρος ποδῶν ε, ἡ δὲ ἄνω ποδῶν γ, τὸ δὲ ὕψος αὐτῆς ποδῶν η· ἔχει δὲ οἶνον, εἰ τύχοι, ποδῶν ϛ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· ὕφειλε τὰ τρία τῆς ἄνω διαμέτρου ἀπὸ τῶν ε

56
[*](CM) τῆς κάτω· λοιπὰ β. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ῑβ. τούτων τὸ η΄· γίνεται ᾱ U+2220΄. ὕφειλε τὴν ᾱ U+2220΄ ἀπὸ τῶν ε· λοιπὰ γ U+2220΄. τοσούτων ἔσται ποδῶν τὸ πλάτος, ἕως ὅπῃ ὁ οἶνος ἐτύγχανε.

σύνθες τοίνυν τὰ γ U+2220΄ καὶ τὰ ε· γίνονται η U+2220΄· ὧν τὸ U+2220΄· γίνονται δ δ΄. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ῑη ιϛ΄. ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται ρ𝒢η U+2220΄ η΄ιϛ΄. τούτων τὸ ιδ΄· γίνονται ῑδ ζ΄ κη΄ ριβ΄ σκδ΄. ταῦτα ἐπὶ τὰ ϛ τοῦ ὕψους· γίνονται πε ζ΄. τοσαῦτα κεράμια χωρεῖ ἡ κοῦπα.