Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](CM)

Σφαίρας ἡ διάμετρος ποδῶν ῑ· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. ποιῶ οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτήν· γίνονται ρ. ταῦτα καθολικῶς ποίησον ἐνδεκάκις· γίνονται ,αρ. τούτων λαβὲ τὸ ιδ´· γίνονται οη U+2220´ ιδ´. ταῦτα καθολικῶς ποίησον δακτύλους ἤγουν τετράκις τετράκις εἶπεν διὰ τὸ τὸν παλαιστὴν ἔχειν δ δακτύλους· γίνονται τιδ δ´ κη´. τοσούτου γίνεται ἡ ἐπιφάνεια τῆς σφαίρας.

ἐποίησα δὲ τὰ γενόμενα τετράκις παρὰ ταύτην τὴν αἰτίαν· δείκνυσι γὰρ Ἀρχιμήδης, ὅτι ἡ ἐπιφάνεια τῆς σφαίρας τετραπλάσιον ἑνὸς μεγίστου κύκλου.

Κύκλου ἐπιπέδου διδάσκει τὸ ἐμβαδὸν τετραπλούμενον ποιεῖν σφαίρας ἐπιφάνειαν. μέγιστος δὲ κύκλος ἐστὶν ὁ αὐτὸ τὸ κέντρον ἔχων τῆς σφαίρας.