Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](CM)

Ἄλλως. Σφαῖρα, ἧς ἡ διάμετρος, τουτέστιν ὁ ἄξων, ποδῶν ζ εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· τὰ ζ τῆς διαμέτρου κύβισον, τουτέστιν αὐτὰ ἐφ᾿ ἑαυτά· γίνονται μθ· καὶ ταῦτα πάλιν ἑπτάκις· γίνονται τμγ. ταῦτα ἀεὶ δεκάκις καὶ ἅπαξ· γίνονται ,γψογ· ὧν τὸ κα´· γίνονται ροθ ωʹ. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς σφαίρας.

Σφαῖραν μετρήσομεν, [*](S) ἧς ἡ διάμετρος ποδῶν ζ, ἡ δὲ περίμετρος ποδῶν κβ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποιῶ οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτήν· γίνονται μθ. ταῦτα ποιῶ πάλιν ἐπὶ τὴν διάμετρον τῶν ζ· γίνονται πόδες τμγ· ταῦτα πολυπλασιάζω ἑνδεκάκις· γίνονται πόδες ,γψογ· ταῦτα μερίζω παρὰ τὸν κᾶ· γίνονται ροθ β. τοσούτου ἐστὶ τὸ στερεὸν τῆς σφαίρας.

τὴν δὲ ἐπιφάνειαν τῆς αὐτῆς σφαίρας εὑρήσομεν οὕτως· πάντοτε τὴν διάμετρον τῶν ζ ἐπὶ τὴν περίμετρον τῶν κβ· γίνονται πόδες ρνδ. τοσούτου ἔσται ἡ ἐπιφάνεια τῆς σφαίρας, ποδῶν ρνδ.