Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](CM)

Ὀξὺς κῶνος, οὗ ἡ μὲν διάμετρος τῆς βάσεως ποδῶν ζ, ἡ δὲ ἀπὸ τῆς κορυφῆς κάθετος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· ὥσπερ ἐπὶ τῶν κύκλων ἀπὸ τῶν ζ τῆς διαμέτρου ἔσται τὸ ἐμβαδὸν ποδῶν λη U+2220΄· καὶ λαβὲ ἀπὸ τῶν λ τοῦ ὕψους, τουτέστι τῆς καθέτου, τὸ γ´· γίνονται ῑ. ταῦτα ἐπὶ τὰ λη U+2220´· γίνονται τπε. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κώνου.

Κῶνον μετρήσομεν, οὗ [*](s) ἡ διάμετρος τῆς βάσεως ποδῶν ζ, ἡ δὲ ἀπὸ τῆς κορυφῆς κάθετος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· ὥσπερ καὶ ἐπὶ τῶν κύκλων ἀπὸ τῶν ζ ποδῶν τῆς διαμέτρου καὶ ἔστω τὸ ἐμβαδὸν ποδῶν λη U+2220΄· καὶ λαμβάνω ἀπὸ τῶν λ ποδῶν τοῦ ὕψους ἢ τῆς καθέτου τὸ γʹ· γίνονται ῑ. ταῦτα ποιῶ ἐπὶ τὰ λη U+2220΄·γίνονται πόδες τπε. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ κώνου.

[*](1 Ὁρίζων] C, ὁ ὁρίζων Μ. ὃς] Μ, ὁ C. τέμνει] Hultsch, τέμνειν CM 4 ὁ] Hultsch, οἱ CM. τῶν πόλων] Schmmidt, τὸν πόλον CM. 5 ἄξονα] Hultsch, ἄξωνα CM 6 ὁριζόν- των] Μ, ὁριζόντων πλείους C. τοσαῦται] C, τοσαῦτα M.)[*](1 ἡ] C, om M. 7 τῶν κύ- κλων] scripsi cum S, τὸν κύ- κλον CM, τοῦ κύκλου Hultsch.)[*](S fol. 14r.)[*](5 ἐμβαδόν] immo στερεόν. 9 καὶ] deleo. 12 ἢ] om. S. 17 ἑξῆς ἡ καταγραφή S (fig. seq. fol. 14 v).)