Metrica

Hero of Alexandria

Hero of Alexandria, Metrica, Schöne, Teubner, 1900

κ. Ἔστω γὰρ πυραμὶς βάσιν μὲν ἔχουσα οἱανδηποτοῦν τὴν ΑΒΓ∠, κορυφὴν δὲ τὸ Ε σημεῖον· καὶ δεδόσθω αὐτῆς μία πλευρὰ ἡ ΑΕ μονάδων ε. καὶ δέον ἔστω τεμεῖν αὐτὴν ἐπιπέδῳ παραλλήλῳ τῇ βάσει, ὥστε τὴν ἀποτεμνομένην πρὸς τῇ κορυφῇ πυραμίδα τοῦ καταλειπομένου στερεοῦ εἶναι, εἰ τύχοι, τετραπλῆν. τεμνέσθω καὶ ποιείτω τομὴν τὸ ΖΗΘΚ. ἡ ἄρα ΑΖ πλευρά ἐστι τοῦ ΑΒΓ∠ ΖΗΘΚ στερεοῦ· ἡ ἄρα ΑΒΓ∠Ε πυραμὶς πρὸς τὴν ΖΘΗΚΕ πυραμίδα λόγον ἔχει, ὃν τὰ ε πρὸς τὰ δ. ὡς δὲ αἱ πυραμίδες πρὸς ἀλλήλας, οὕτως ο ἀπὸ τῶν ὁμολόγων πλευρῶν κύβοι· ὁ ἄρα ἀπὸ τῆς ΑΕ κύβος πρὸς τὸν ἀπὸ τῆς ΕΖ κύβον λόγον ἔχει, ὃν τὰ ε πρὸς τὰ δ· καὶ ἔστιν ὁ ἀπὸ τῆς ΑΕ κύβος μονάδων ρκε· ὁ ἄρα ἀπὸ τῆς ΕΖ κύβος ἔσται μονάδων ρ. δεήσει ἄρα τῶν ρ μονάδων λαβεῖν κυβικὴν πλευρὰν ὡς ἔγγιστα· ἔστι δὲ μονάδων δ καὶ θ, ὡς ἑξῆς δείξομεν. ὥστε ἐὰν ἀποληφθῇ ἡ ΕΖ μονάδων δ καὶ θ καὶ διὰ τοῦ Ζ σημείου τμηθῇ ἡ πυραμὶς ἐπιπέδῳ παραλλήλῳ τῇ βάσει, ἔσται τὸ προκείμενον. συντεθήσεται δὲ οὕτως· κύβισον τὰ ε· γίγνεται ρκε. καὶ ἐπεὶ λόγος ἐστὶν, ἐν διαιρεῖται ἡ πυραμὶς, ὃν δ πρὸς α, σύνθες δ καὶ ἓν· γίγνεται ε. καὶ τὰ ρκε ἐπὶ τὸν δ· γίγνεται φ. παράβαλε παρὰ τὸν ε· γίγνεται ρ· καὶ τούτων [*](1 μειούρων αἱ διαιρέσεις litteris paene evanidis 10—11 supplevi 17 〈ὁ〉 addidi)

178
κυβικὴν πλευράν· γίγνεται δ καὶ θ. τοσούτου ἔσται ἡ ΕΖ.

Ὡς δὲ δεῖ λαβεῖν τῶν ρ μονάδων κυβικὴν πλευρὰν, νῦν ἐροῦμεν.

Λαβὲ τὸν ἔγγιστα κύβον τοῦ ρ τόν τε ὑπερβάλλοντα καὶ τὸν ἐλλείποντα· ἔστι δὲ ὁ ρκε καὶ ὁ ξδ. καὶ ὅσα μὲν ὑπερβάλλει, μονάδες κε, ὅσα δὲ ἐλλείπει, [*](fol. 108v) μονάδες λϛ. | καὶ ποίησον τὰ ε ἐπὶ τὰ λϛ· γίγνεται ρπ· καὶ τὰ ρ· γίγνεται σπ. καὶ παράβαλε τὰ ρπ παρὰ τὰ σπ· γίγνεται θ. πρόσβαλε τῇ κατὰ τοῦ ἐλάσσονος κύβου πλευρᾷ, τουτέστι τῷ δ· γίγνεται μονάδες δ καὶ θ. τοσούτων ἔσται ἡ τῶν ρ μονάδων κυβικὴ πλευρὰ ὡς ἔγγιστα.

κα. Τὸν δοθέντα κῶνον διελεῖν ἐπιπέδῳ παραλλήλῳ τῇ βάσει ἐν τῷ δοθέντι λόγῳ. ἔστω ὁ δοθεὶς κῶνος, οὗ βάσις μέν ἐστιν ὁ ΑΒ κύκλος, κορυφὴ δὲ τὸ Γ. καὶ ἔστω αὐτοῦ ἡ πλευρὰ μονάδων ε. καὶ ἐπιτετάχθω διελεῖν, ὡς εἴρηται, ὥστε τὸν ἀποτεμνόμενον πρὸς τῇ κορυφῇ κῶνον τετραπλασίονα εἶναι τοῦ καταλειπομένου κολούρου κώνου. ἀκολούθως οὖν τοῖς ἐπὶ τῆς πυραμίδος εἰρημένοις ἕξει ὁ ἀπὸ τῆς ΑΓ κύβος πρὸς τὸν ἀπὸ τῆς Γ∠ κύβον λόγον, ὃν ἔχει τὰ ε πρὸς τὰ δ· ὁ ἄρα ἀπὸ τῆς Γ∠ κύβος ἔσται μονάδων

180
ρ· αὐτὴ ἄρα ἡ Γ∠ ἔσται μονάδων δ καὶ θ ἔγγιστα. ἀπειλήφθω οὖν ἡ Γ∠ τοσούτων. καὶ διὰ τοῦ ∠ ἐπίπεδον ἐκβεβλήσθω παράλληλον τῇ βάσει καὶ ποιείτω τομὴν τὸν ∠Ε κύκλον, ὃς ποιήσει τὸ προκείμενον.

[*](fol. 109r)

κβ. | Ἔστω δὴ ὁ δοθεὶς κόλουρος κῶνος, ὃν δεῖ διελεῖν ἐν τῷ δοθέντι λόγῳ. ἔστω βάσις μὲν ὁ ΑΒ κύκλος, κορυφὴ δὲ ὁ ∠Ε. καὶ ἐπιτετάχθω διελεῖν αὐτὸν ἐπιπέδῳ παραλλήλῳ τῇ βάσει, ὥστε τὸ πρὸς τῇ κορυφῇ τμῆμα τετραπλάσιον εἶναι τοῦ καταλειπομένου· δεδόσθω δʼ ἡ μὲν τοῦ ΑΒ κύκλου διάμετρος μονάδων κη, ἡ δὲ τοῦ ΑΕ μονάδων κα, τὸ δὲ ὕψος μονάδων ιβ· καὶ διῃρήσθω, ὡς εἴρηται, τῷ ΖΗ κύκλῳ, ὥστε τὸν ∠ΕΖΗ κῶνον κόλουρον τετραπλασίονα εἶναι τοῦ ΖΗΑΒ κολούρου κώνου· ὁ ἄρα ΑΒ∠Ε κωνοκόλουρος πρὸς τὸν ∠ΕΖΗ λόγον ἔχει, ὃν ε πρὸς δ. καὶ ἔστιν ὁ ΑΒ∠Ε κωνοκόλουρος δοθείς· αἱ γὰρ διάμετροι τῶν βάσεων αὐτοῦ δοθεῖσαί εἰσιν καὶ ἔτι τὸ ὕψος δοθέν· δοθεὶς ἄρα καὶ ὁ ∠ΕΖΗ κωνοκόλουρος. ἤχθω δὴ κάθετος ἡ ∠Θ καὶ προσηυξήσθω ὁ κῶνος. καὶ ἔστω αὐτοῦ κορυφὴ τὸ Γ, ἄξων δὲ ὁ Γ∠. ἐπεὶ ἡ ∠Ε ἔστι δοθεῖσα, δοθεῖσα ἄρα καὶ ἡ ∠Λ, τουτέστιν ἡ ΚΘ. ἀλλὰ καὶ ἡ ∠Κ δοθεῖσά ἐστιν· καὶ λοιπὴ ἄρα ἡ ΑΘ δοθεῖσά ἐστιν· λόγος ἄρα τῆς Κ∠ πρὸς ΑΘ δοθείς· ὥστε καὶ τῆς ΓΚ πρὸς ∠Θ· καὶ ἔστι δοθεῖσα ἡ ∠Θ· δοθεῖσα ἄρα ἡ ΓΚ· ὧν ἡ ΚΛ δοθεῖσά ἐστιν· ἴση γάρ ἐστι τῇ ∠Θ. καὶ λοιπὴ ἄρα ἡ Γ∠ δοθεῖσά ἐστιν· δοθεὶς ἄρα ἐστὶν ὁ Γ∠Ε κῶνος καὶ ἡ ΖΗ· καὶ ἔτι ὁ ΓΒΑ· λόγος ἄρα [*](fol. 109v) τῶν ΓΑΒ, ∠ΕΓ κώνων πρὸς τὸν ΓΗΖ κῶνον. | ὡς δὲ οἱ κῶνοι πρὸς ἀλλήλους, οὕτω καὶ οἱ απὸ τῶν

182
ΓΚΛ κύβοι πρὸς τὸν ἀπὸ τοῦ ΓΜ κύβον. δοθέντες δὲ οἱ ἀπὸ τῶν ΚΓΛ κύβοι· δοθεὶς ἄρα καὶ ὁ ἀπὸ τῆς ΓΜ κύβος· δοθεῖοα ἄρα ἡ ΓΜ· ὥστε καὶ ἡ ΛΜ· λόγος ἄρα τῆς ΚΛ πρὸς τὴν ΛΜ, τουτέστι τῆς Α∠ πρὸς ΑΖ δοθείς· καὶ ἔστι δοθεῖσα ἡ Α∠, ἐπεὶ καὶ ἑκατέρα τῶν ∠Θ ΘΑ· δοθεῖσα ἄρα καὶ ἡ ΑΖ· δοθὲν ἄρα τὸ Ζ· ὥστε καὶ ἡ διʼ αὐτοῦ τομὴ, τουτέστιν ὁ ΖΗ κύκλος. συντεθήσεται δὲ ἀκολούθως τῇ ἀναλύσει οὕτως· λαβὲ τὸ στερεὸν τοῦ κολουροκώνου, ὡς ἐμάθομεν. γίνεται εχ𝔮η. ταῦτα ἐπὶ τὸν δ· γίγνεται μ βψ 𝔮β. παράβαλε παρὰ τὸν ε· γίγνεται δφνη β· τοσούτου ἔσται τὸ ἐμβαδὸν τοῦ ∠ΕΖΗ κολουροκώνου. καὶ ἀπὸ τῶν κη ἄφελε κα· λοιπὰ ζ· τούτων τὸ ἥμισυ· γίγνεται γU+2220· καὶ τῶν κη τὸ ἥμισυ· γίγνεται ιδ· καὶ ποίησον ὡς τὰ γU+2220· πρὸς τὰ ιδ, οὕτως τὸ ὕψος, τουτέστι τὰ ιβ, πρὸς ἄλλον τινά· ἔστι δὲ πρὸς μη. ἄφελε τὰ ιβ· λοιπὰ λϛ· ἔσται ὁ ἄξων τοῦ Γ∠Ε κώνου μονάδων λϛ. καὶ ἔστιν ἡ ∠Ε διάμετρος μονάδων κα· τὸ ἄρα στερεὸν τοῦ κώνου, ὡς ἐμάθομεν, ἔσται δρνη· πρόσθες ταῦτα ἑκατέρῳ τῷ τε εχ𝔮η καὶ τῷ δφνη β· γίγνεται θωνϛ· καὶ τὰ δρνη· γίγνεται μ διδ· σύνθες τὰ δφνη β καὶ τὰ δρνη· γίγνεται μ διδ. καὶ κύβισον τὸν μη· καὶ ἔτι τὸν λϛ· καὶ σύνθες τοὺς β κύβους· γίνονται μ ξσμη. ποίησον οὖν ὡς τὰ [*](1—2 supplevi 3 δοθείς: correxi 5 ∠Ζ: correxi) [*](6 ∠Θ Θ∠: correxi 7 ∠Ζ: correxi supplevi 10 explevi intercapedinem 12 δφνηβʹ: correxi 13 κβ, sed β in η mutavit m. 1 19 κδ: correxi 21 δφνε: correxi 22 supplevi 23 μδ. correxi)
184
μ διδ πρὸς τὸ ἀπὸ ηψιϛ β, οὕτως μ ζσμη πρός τι· ἔστι δὲ πρὸς μ ζν. τούτων λαβὲ κυβικὴν πλευρὰν ὡς ἔγγιστα· γίγνονται μϛ. ἄφελε τὰς λϛ· λοιπαὶ μονάδες ι· καὶ τὰ ιβ τοῦ ὕψους ἐφʼ ἑαυτά· γίνεται ρμδ· καὶ τὰ γU+2220 ἐφʼ ἑαυτά· γίγνεται ιβ δ΄. σύνθες· γίγνονται ρνϛ δʹ· ὧν πλευρὰ γίγνεται ιβU+2220· ἡ τοῦ κωνουκολούρου πλευρὰ ἡ ∠Α ιβU+2220· καὶ ποίησον ὡς τὰ ιβ τοῦ [*](fol. 110r) ὕψους πρὸς τὰ ι, οὕτως τὰ ιβU+2220 πρὸς τί· | ἔστι δὲ πρὸς ι ε. καὶ διὰ τοῦ Ζ σημείου τετμήσθω ὁ κῶνος, ὡς εἴρηται. καὶ ἔσται τὸ προκείμενον.

κγ. Τὴν δοθεῖσαν σφαῖραν ἐπιπέδῳ τεμεῖν, ὥστε τὰ τμήματα τῆς σφαίρας πρὸς ἄλληλα λόγον ἔχειν τὸν ἐπιταχθέντα. ἔστω δὴ ὁ δοθεὶς λόγος τῆς Α πρὸς τὴν Β· καὶ ἐκκείσθω κύκλος ἐν ἐπιπέδῳ εἷς τῶν μεγίστων τῶν ἐν τῇ σφαίρᾳ, οὗ κέντρον μὲν τὸ Γ, διάμετρος δὲ ἡ ∠Ε· καὶ τῇ ΓΕ ἴση κείσθω ἡ ΕΖ καὶ τετμήσθω κατὰ τὸ Η, ὥστε εἶναι ὡς τὴν ΖΗ πρὸς τὴν ΗΕ, τὴν Α πρὸς τὴν Β· ἡ δὲ ∠Ε τετμήσθω κατὰ τὸ Θ, ὥστε εἶναι ὡς τὴν ΕΖ πρὸς ΖζΗ, οὕτως τὸ ἀπὸ Ε∠ πρὸς τὸ ἀπὸ ∠Θ· καὶ τῇ ∠Ε πρὸς ὀρθὰς ἡ ΘΚΛ· καὶ ἐπεζεύχθω ἡ Κ∠· καὶ εἰλήφθω τυχὸν σημεῖον ἐπὶ τῆς ἐπιφανείας τῆς σφαίρας καὶ πόλῳ τῷ Μ, διαστήματι δὲ τῷ ἴσῳ τῇ Κ∠ κύκλος γεγράφθω ἐν τῇ ἐπιφανείᾳ τῆς σφαίρας ὁ ΝΞ. λέγω ὅτι τὰ ἀπολαμβανόμενα τμήματα ὑπὸ τοῦ γραφέντος κύκλου πρὸς ἄλληλα λόγον ἔχει, ὃν ἡ Α πρὸς τὴν Β. τοῦτο γὰρ [*](fol. 110v) ὁμοίως | Ἀρχιμήδει δέδεικται ἐν τῷ βʹ περὶ σφαίρας (c. 4 t. 1 p. 210 Heib.).

[*](1 [ἀπὸ] delevi μ: correxi 2 μ ζν: correxi 6—7 κώνου κολούρου: correxi 8—9 πρὸς ιʹ γʹ ιʹ βʹ: correxi 23 [τῷ] delevi, 〈δὲ〉 addidi)