Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνοὺς ἔχοντος τρεῖς διὰ μὲν τοῦ μέσου ῥέειν τὸν οἶνον· ὅταν δὲ ὕδωρ ἐπιχέωμεν, τὸν μὲν οἶνον μηκέτι ῥέειν, ἀλλὰ τὸ ὕδωρ διὰ τῶν λοιπῶν δύο κρουνῶν· ὅταν δὲ παύσηται τὸ ὕδωρ ῥέον, τὸν οἶνον διὰ τοῦ μέσου ῥέειν· καὶ τοῦτο γίνεται, ὁσάκις ἂν ὕδωρ ἐπιχέωμεν.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. πρὸς δὲ τῷ πυθμένι κρουνὸν ἐχέτω τὸν Ε. διὰ δὲ τοῦ διαφράγματος δύο καθείσθωσαν σωλῆνες οἱ ΖΗΘ, ΚΛΜ εἰς κρουνοὺς ἀποδεδομένοι καὶ ὑπερέχοντες ἄνω τοῦ διαφράγματος· [*](ἀσκῷ εἰσελθόντος ἀέρος, τὸ Λ βάρος καταφερόμενον σύν τῷ ἀσκῷ ἐπισπάσεται καὶ κλείσει τὰς θύρας. δεῖ δὲ τὸ ἐν τῷ ἀσκῷ βαρύλλιον βαρύτερον εἶναι τοῦ ἑτέρου βάρους, ὡς ἂν συμπτυσσομένου τοῦ ἀσκοῦ εἰς ἑαυτὸν κατακρατῇ τὸ μεῖζον τοῦ ἐλάττονος.) [*](2 ἢ T: εἰ AG 5 λ AGT1 mg.: om. T, f. ἐπισπάσεται 〈τὰ ἁλυσείδια〉. cf. p. 178, 14 10 ὕδωρ b: τὸ ὕδωρ a) [*](12 ῥέειν AG: ῥέον T 13 γίνεσθαι H Schoene f καὶ . . . ἐπιχέωμεν post ῥέει 186, 11 tr cf. p.118,15. 82,4 106,13. 11011. 126,19 passim 16—17 καθείσθωσαν B: καθίσθωσαν AG (-ίστ-), T e corr.: κείσθωσαν CPT, : dimittantur L) [*](9 τὸν οἶνον ῥεῖν tr. b 10 ῥεῖν P 11—12 διὰ τῶν . . . τὸν οἶνον om. BL 12 πάλιν τὸν CP τοῦ CP T, mg.: om. BT1 ῥέειν: ῥεῖν b 17—18 ἀποδεδομένοι aB: ἀποδιδό-)

184
περὶ δὲ τὰς ὑπεροχὰς ἕτεροι ἐπικείσθωσαν οἱ Ν, Ξ ἐπιπεπωμασμένοι ἄνωθεν καὶ ἀπέχοντες ἀπὸ τοῦ διαφράγματος ὅσον ὕδατι διάρρυσιν. ἕτερος δὲ σωλὴν ὁ [*](194) ΠΟ συντετρή | σθω τῷ ΖΗΘ σωλῆνι ἀπέχων ἀπὸ τοῦ Γ∠ διαφράγματος βραχύ. καταληφθέντος οὖντοῦ Ε κρουνοῦ, πεπληρώσθω διά τινος ὀπῆς τῆς Φ τὸ ΑΒ ἀγγεῖον οἴνου, ὃ μετὰ τὴν ἔγχυσιν ἐστεγνώσθω. συμβήσεται οὖν ἀφεθέντος τοῦ Ε κρουνοῦ ῥέειν τὸν οἶνον· ὁ γὰρ ἀὴρ ἔξωθεν διὰ τοῦ Θ στομίου καὶ τοῦ ΟΠ σωλῆνος εἰς τὸν κενούμενον τόπον χωρεῖ. ἐὰν δὲ ἐγχέωμεν ὕδωρ ἐπὶ τὸ Γ∠ διάφραγμα, ἐνεχθήσεται εἰς τὸ ἐκτὸς μέρος διὰ τῶν ΖΗΘ, ΚΛΜ σωλήνων· τοῦ δὲ ἀέρος μὴ ἔχοντος παρείσδυσιν εἰς τὸ ΑΒ ἀγγεῖον, οὐκέτι ῥεύσει ὁ οἶνος, ἄχρις ἂν ἐκρεύσῃ πᾶν τὸ ὕδωρ. καὶ πάλιν τοῦ ἀέρος ἔχοντος παρείσδυσιν [*](1—3 περὶ . . . διαφράγματος om. T1, add. T2 2 οἱ ἄνω- θεν G 15 δ: ἣ Par. 2512 20 ηξθ T 23 ἔχοντος a: σχόντος Vind. 120) [*](1 οἱ Ν, Ξ om. L 4 διάρρυσιν εἶναι b 7 ξθ C ) [*](16 ῥέειν τὸν οἶνον om. bL 17 τοῦ (ante ΟΠ) om. B) [*](18 δὲ aP: δὴ BC 22 ἐκρεύσῃ aCP: ἐκρεύσει B 23 ἔχον- τος om bL παρείσδυσιν εὑρόντος bL)
186
ὁ οἶνος ῥέει. δύναται δὲ ἀντὶ τοῦ ΟΠ σωλῆνος ἕτερος συντετρημένος τῷ διαφράγματι εἶναι ὁ ΡΣ περὶ ὃν ἕτερος ὁ ΤΥ περικείσθω ὁμοίως τοῖς Ν, Ξ, ὑψηλότερος μέντοι αὐτῶν, ὥστε ὑπὲρ τὸ χεῖλος εἶναι τοῦ ἀγγείου τὸν ΡΣ. καὶ τὰ αὐτὰ συμβήσεται.

Βάσεως οὔσης, ἐφ᾿ ἧς ἐφέστηκε δενδρύφιον, περὶ ὃ δράκων εἱλεῖται, καὶ παρεστὼς Ἡρακλῆς τοξεύων καὶ μήλου ἐπικειμένου τῇ βάσει, ἐπὰν τὸ μῆλον μικρὸν ἀπὸ τῆς βάσεώς τις κουφίσῃ τῇ χειρί, ὁ μὲν Ἡρακλῆς ἀφήσει τὸ βέλος πρὸς τὸν δράκοντα, ὁ δὲ δράκων συρίσει.

Ἔστω ἡ μὲν εἰρημένη βάσις στεγνὴ ἡ ΑΒ διάφραγμα ἔχουσα τὸ Γ∠ τῷ δὲ διαφράγματι συμφυὲς ἔστω κοῖλον κόλουρον κωνάριον τὸ ΕΖ ἔχον ἐλάσσονα τὸν Ζ κύκλον ἀνεῳγότα πρὸς τῷ πυθμένι, ὀλίγον δὲ ἀπέχοντα ὅσον ὕδατι διάρρυσιν· τούτῳ δὲ συνεσμηρισμένον ἔστω ἕτερον τὸ Θ καὶ ἐξ ἁλυσειδίου τινὸς ἀποδεδεμένον διὰ τρήματος εἰς τὸ Κ μῆλον ἐπικείμενον [*](195) τῇ βάσει. κατεχέτω δὲ | ὁ Ἡρακλῆς τοξάριον κεράτινον ἔχον ἐντεταμένην τὴν νευρὰν ἀπέχουσαν ἀπὸ τῆς δεξιᾶς χειρὸς τὸ αὔταρκες· ἐν δὲ τῇ δεξιᾶ χειρὶ κατὰ τὸν δράκοντα ἔστω χεὶρ ὁμοία τῇ ἐκτὸς [*](3 τοῖς Μ: τῆς AG: om. T 7 ἐφ᾿ ἧς om. T1, add. T2 8 εἱλεῖται AB: εἰλεῖται CGPT 18 καὶ A(?)BCG T2: om. PT, 23 ἐκτὸς Leid. Scalig 45: ἐντὸς a (ν ex κ corr. T) bL) [*](2 εἶναι τῷ διαφράγματι tr. b 5 τὸν ΡΣ om. bL 7 ἐφέστηκε a: ἕστηκε b: consistat L 8 καὶ τοξεύων BC 9 μικρὸν om. bL 10 τῇ χειρὶ om. b: manu L 15 κόλουρον BL (conus . . mutilus): om CP 15—16 τὸν ἐλάσσονα κύκλον τὸν)

188
κατὰ πάντα πλὴν ὅτι μικρά, ἔχουσα καὶ τὴν σχαστηρίαν. ἐκ δὲ τοῦ ἄκρου τῆς σχαστηρίας ἁλυσείδιον ἢ σπάρτος ἀποδεδόσθω διὰ τῆς βάσεως εἰς τρόχίλον ὑπὲρ τὸ διάφραγμα κείμενον καὶ ἔτι εἰς τὸ ἁλυσείδιον τὸ ἐνδεδεμένον εἴς τε τὸ κωνάριον καὶ τὸ μῆλον. ἐπισπασώμεθα οὖν τὸ τόξον καὶ ὑποβαλόντες ὑπὸ τὴν χεῖρα κατακλείσωμεν τὴν σχαστηρίαν, ὥστε εἶναι τεταμένην τὴν σπάρτον καὶ βιάξεσθαι τὸ μῆλον εἰς τὸ κάτω μέρος. ἔστω δὲ ἡ σπάρτος διὰ τοῦ σώματος καὶ τῆς χειρὸς ἔσωθεν τοῦ Ἡρακλέους. [*](a 188, 8—190, 5 ἐπισπασώμεθα . . . τοξάριον δὲ τὸ ΝΞ ═ b 188,16—190, 25 ἐπισπασόμεθα οὖν τὸ τόξον καὶ ὑπὸ τὴν χεῖρα τοῦ Ἡρακλέους βαλόντες κατακλείσομεν τὴν σχαστηρίαν, ὥστε εἶναι τεταμένην τὴν σπάρτον καὶ βιάζεσθαι τὸ μῆλον εἰς τὸ κάτω μέρος. ἔστω δὲ ἡ σπάρτος διὰ τοῦ σώματος καὶ τῆς χειρὸς ἔσωθεν τοῦ Ἡρακλέους. ἐκ δὲ τοῦ ) [*](1 καὶ ATb: δὲ G 3 ἀποδεδόσθω Leid. Scal. 45 alii: ἀποδεδέσθα G: ἀποδεδέσθω ATbL διὰ τῆς βάσεως ἀπο- δεδέσθω tr. T 9 f. 〈βέλος〉 ὑποβαλόντες. cf. p. 186, 11. 188, 17 adn. 190, 16 10 κατακλείσομεν T) [*](1 ὅτι om. b: praeterquam quod L ἔχουσα aBC: ἔχοντα P: habens L f. καὶ ἔχουσα tr σχαστηρίαν (χαστηρ. CP) τῆς νευρᾶς bL 5 ἔτι ἐνδεδεμένον bL 17 sub manum sagit- tam Herculis proiciens L f. 〈βέλος〉 βαλόντες 19—204, 22 ἔστω . . . ὁ ἐμβολεὺς om B, in textu signo Λ ab alia manu addito, quae eadem in marginne adscripsit: λείπει πολλὰ ἐν- ταῦθα. manus prior verbo μέρος nullo intervallo nulloque signo verba καὶ ἐκθλίψει (p. 204, 22) adiungit. easdem partes)
190
ἐκ δὲ τοῦ διαφράγματος ἀνατεινέτω σωληνάριον ὑπὲρ τὴν βάσιν τῶν εἰθισμένων συρίξειν· τοῦτο δὲ ἔστω ὑπὸ τὸ δενδρύφιον ἢ παῤ αὐτὸ τὸ δενδρύφιον. πεπληρώσθω δὲ τὸ Α∠ ἀγγεῖον ὕδατος. καὶ ἔστω τὸ μὲν δενδρύφιον τὸ ΛΜ, τοξάριον δὲ τὸ ΝΞ, νευρὰ δὲ ἡ ΟΠ, ἡ δὲ ἐπιλαμβανομένη χεὶρ ἡ ΡΣ, σχαστηρία δὲ ἡ ΤΥ, σπάρτος δὲ ἡ ΦΧ, τρόχιλος δὲ ὁ Χ, περὶ ὃν ἡ σπάρτος, συρίγγιον δὲ τὸ ΨΩ. ἐὰν οὖν ἐπάρῃ τις τὸ Κ μῆλον, συνεπαρεῖ καὶ τὸ Θ κωνάριον καὶ ἐπισπάσεται. τὴν ΥΦΧ σπάρτον καὶ σχάσει τὴν χεῖρα, ὥστε ἀφεθῆναι τὸ βέλος. καὶ τὸ ἐν τῷ Α∠ ἀγγείῳ ὕδωρ φερόμενον εἰς τὸ ΒΓ ἐκκρούσει τὸν ἐν αὐτῷ ἀέρα διὰ τοῦ συριγγίου καὶ τὸν ἦχον ἀποτελέσει. τεθέντος δὲ τοῦ μήλου πάλιν τὸ κωνάριον ἐναρμόσαν τῷ ἑτέρῳ στεγνώσει τὴν ῥύσιν, ὥστε μηκέτι φθέγγεσθαι. πάλιν οὖν καταρτισώμεθα τὰ κατὰ τὸ βέλος καὶ ἐάσωμεν. πληρωθέντος δὲ τοῦ ΓΒ ἀγγείου, πάλιν κενωθήσεται διά τινος κρουνοῦ κλειδίον ἔχοντος· τὸ δὲ Α∠ πληρώσομεν [*](195 35) ὡς καὶ τὸ πρότερον.

[*](διαφράγματος ἀνατεινέτω σωληνάριον ὑπὲρ τὴν βάσιν τῶν εἰθισμένων συρίζειν πνεύματος εἰσπεσόντος· τοῦτο δὲ ἔστω ὑπὸ τὸ δενδρύφιον παῤ αὐτὸν τὸν ὄφιν, ὥστε τὸ ἄνω στόμιον αὐτοῦ δοκεῖν τὸ αὐτὸ εἶναι τῷ τοῦ ὄφεως στόματι. πεπληρώσθω οὖν τὸ Α∠ ἀγγεῖον ὕδατος. καὶ ἔστω τὸ μὲν δενδρύφιον τὸ ΛΜ, τόξον δὲ τὸ ΝΞ.)[*](7 τρόχιλος Vindob. 120: τράχιλος a ἡ (post ὃν) G2b: ὁ AG 1 , T e corr.)[*](6 ρσ a: ρπ b (in his igitur partibus ═ CP) 10 υχφ P 11 αδ aC: αβ P 14 μήλου ἔνθα ἔκειτο b 14—15 στεγνώ-)
192
[*](227 29)

Ὑδραυλικοῦ ὀργάνου κατασκευή.

Ἔστω τις βωμίσκος χάλκεος ὁ ΑΒΓ∠, ἐν ᾧ ὕδωρ [*](228) ἔστω· ἐν δὲ τῷ ὕδατι κοῖ|λον ἡμισφαίριον κατεστραμμένον ἔστω, ὃ καλεῖται πνιγεὺς ὁ ΕΖΗΘ ἔχων ἐν τῷ ὑγρῷ διάρρυσιν εἰς τὰ πρὸς τῷ πυθμένι μέρη. ἀπὸ δὲ τῆς κορυφῆς αὐτοῦ δύο ἀνατεινέτωσαν σωλῆνες συντετρημένοι αὐτῷ ὑπὲρ τὸν βωμίσκον, εἶς μὲν ὁ ΗΚΛΜ κατακεκαμμένος εἰς τὸ ἐκτὸς τοῦ βωμίσκου μέρος καὶ συντετρημένος πυξίδι τῇ ΝΞΟΠ κάτω τὸ στόμα ἐχούσῃ καὶ τὴν ἐντὸς ἐπιφάνειαν ὀρθὴν πρὸς ἐμβολέα ἀπειργασμένην. ταύτῃ δὲ ἐμβολεὺς ἁρμοστὸς ἔστω ὁ ΡΣ ὥστε ἀέρα μὴ παραπνεῖν· τῷ δὲ ἐμβολεῖ συμφυὴς ἔστω κανὼν ὁ ΤΥ ἰσχυρὸς σφόδρα· πρὸς δὲ τὸν ἁρμόξοντα ἕτερος κανὼν ὁ ΥΦ περὶ περόνην κινούμενος τὴν πρὸς τῷ Υ· ὁ αὐτὸς δὲ κηλωνευέσθω πρὸς ὄρθιον κανόνα τὸν ΨΧ βεβηκότα ἀσφαλῶς. τῇ δὲ ΝΞΟΠ πυξίδι ἐπικείσθω κατὰ τὸν πυθμένα ἕτερον πυξίδιον τὸ Ω συντετρημένον αὐτῇ καὶ ἐπιπεπωμασμένον ἐκ τῶν ἄνω μερῶν καὶ ἔχον τρύπημα, δι᾿ οὗ ὁ ἀὴρ εἰσελεύσεται εἰς τὴν πυξίδα. ὑπὸ δὲ τὸ τρύπημα λεπίδιον ἔστω ἐπιφράσσον αὐτὸ καὶ ἀνεχόμενον [*](1 Hoc caput edidit J.G.Schneider Eelog. phys. 2,227—230) [*](5 ἔχων T 7 ἀνατεινέσθωσαν T 15 ἁρμόξοντα a: ad hanc autem accommodata L: f πρὸς δὲ τὸν 〈ΤΥ κανόνα ἔστω〉 ἁρμόζων περὶ A, G b: παρὰ A, T 17—18 τῇ δὲ P T: τῆ A: τὴν G 19 αὐτῇ CG2 P: αὐτῇ δὲ AG1 T 20 ἔχον AGb: ἔχων T 22 ἀνεχόμενον PT: ἀντεχόμενον ACG) [*](3 τις βωμίσκος χάλκεος ὁ a: ἀγγεῖον χάλκεον τὸ b 5 ὁ a: τὸ b ἔχον P 8 ὑπὲρ τὸν βωμίσκον a: ὑπερέχοντες εἰς τὰ)

194
διὰ τρηματίων ὑπό τινων περονίων κεφαλὰς ἐχόντων,
196
ὥστε μὴ ἐκπίπτειν τὸ λεπίδιον, ὃ δὴ καλεῖται πλατυσμάτιον. ἀπὸ δὲ τοῦ Ζ ἕτερος ἀνατεινέτω σωλὴν ὁ Ϛ Ζ συντετρημένος ἑτέρῳ σωλῆνι πλαγίῳ τῷ 𝔮Ϡ, ἐν ᾧ ἐπικείσθωσαν οἱ αὐλοὶ συντετρημένοι αὐτῷ οἱ ,Α καὶ ἔχοντες ἐκ τῶν κάτω μερῶν καθάπερ γλωσσόκομα συντετρημένα αὐτοῖς, ὧν τὰ στόματα ἀνεῳγότα ἔστω τὰ ,Β. διὰ δὲ τῶν στομάτων τὰ πώματα διώσθω τρήματα ἔχοντα, ὥστε εἰσαγομένων τῶν πωμάτων τὰ ἐν αὐτοῖς τρήματα κατάλληλα γίνεσθαι τοῖς τῶν αὐλῶν τρήμασιν, ἐξαγομένων δὲ παραλλάσσειν καὶ ἀποφράσσειν τοὺς αὐλούς. ἐὰν οὖν ὁ πλάγιος κανὼν κηλωνεύηται διὰ τοῦ Φ εἰς τὸ κάτω μέρος, ὁ ΡΣ ἐμβολεὺς ἐκθλίψει μετεωριζόμενος τὸν ἐν τῇ ΝΞΟΠ πυξίδι ἀέρα, ὃς ἀποκλείσει μὲν τὸ ἐν τῷ Ω πυξιδίῳ τρύπημα διὰ τοῦ προειρημένου πλατυσματίου· χωρήσει δὲ διὰ τοῦ ΜΛΚΗ σωλῆνος εἰς τὸν πνιγέα· ἐκ δὲ τοῦ πνιγέως χωρήσει εἰς τὸν πλάγιον σωλῆνα τὸν 𝔮Ϡ διὰ τοῦ Ϛ Ζ σωλῆνος· ἐκ δὲ τοῦ πλαγίου σωλῆνος εἰς τοὺς αὐλοὺς χωρήσει, ὅταν κατάλληλα κείμενα ἐν τοῖς αὐλοῖς τὰ ἐν τοῖς πώμασι τρήματα, τουτέστιν ὅταν εἰσηγμένα [*](a 11—20 ἐὰν οὖν . . . τὰ ἐν τοῖς πώμασι τρήματα ═ b 22—32: ἐὰν οὖν ὁ πλάγιος κανὼν κηλωνεύηται διὰ τοῦ Φ εἰς τὸ κάτω μέρος, ὁ ΡΣ ἐμβολεὺς κατερχόμενος ἐπισπάσεται ἀέρα διὰ τοῦ ἐν τῷ πυξιδίῳ τῷ Ω πλατυσματίου ἀνοιγομένου εἰς τὴν ΝΞΟΠ πυξίδα, αὗθις δὲ ἀνερχόμενος διὰ τοῦ κηλωνευομένου κανόνος ἀποκλείσει μὲν τὸ ῥηθὲν πλατυσμάτιον, τὸν δὲ ἀέρα ὠθήσει διὰ τοῦ ΜΛΚΗ σωλῆνος εἰς τὸν πνιγέα· ἐκ δὲ τοῦ πνιγέως πάλιν διὰ τοῦ Ζ Ϛ σωλῆνος ὁ ἀὴρ χωρήσει εἰς τὸν πλάγιον σωλῆνα τὸν 𝔮Ϡ· ἐκ δὲ τοῦ πλαγίου σωλῆνος χωρήσει εἰς τοὺς αὐλούς, ὅταν κατάλληλα ὦσι κείμενα [ἐν] τοῖς αὐλοῖς τὰ ἐν τοῖς πώμασι τρήματα.)
198
τὰ πώματα ἤτοι πάντα ἢ τινα αὐτῶν. ἵνα οὖν, ὅταν προαιρώμεθα τῶν αὐλῶν τινα φθέγγεσθαι, ἀνοίγηται τὰ κατ᾿ ἐκείνους τρήματα, ὅταν δὲ βουλώμεθα παύεσθαι, ἀποκλείηται, κατασκευάσωμεν τάδε.

Νοείσθω ἓν τῶν γλωσσοκόμων ἐγκείμενον χωρὶς τὸ Γ∠, οὗ τὸ στόμα ἔστω τὸ ,∠, ὁ δὲ συντετρημένος τούτῳ αὐλὸς ὁ Ε, πῶμα δὲ ἔστω ἁρμοστὸν αὐτῷ τὸ ,Ϛ ,Ζ τρῆμα ἔχον τὸ παρηλλαγμένον ἀπὸ τοῦ ,Ε αὐλοῦ. ἔστω δέ τις καὶ ἀγκωνίσκος τρίκωλος ὁ [*](229) ,Ζ ,ΘΜΜ, οὗ τὸ ,Ζ ,Θ κῶλον |συμφυὲς μὲν ἔστω τῷ ,ϛ ,Ζ πώματι· πρὸς δὲ τῷ ,ΘΜ περὶ περόνην κινείσθω μέσην τὴν Μ. ἐὰν οὖν κατάξωμεν τῇ χειρὶ τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου ἐπὶ τὸ ∠ στόμιον τοῦ γλωσσοκόμου, παρώσομεν τὸ πῶμα εἰς τὸ ἔσω μέρος, ὥστε ὅταν ἐμπέσῃ εἰς τὸ ἐντὸς μέρος, τότε τὸ ἐν αὐτῷ τρῆμα κατάλληλον τῷ αὐλῷ γίνεται. ἵνα οὖν, ὅταν ἀφέλωμεν τὴν χεῖρα, αὐτόματον τὸ πῶμα ἐξελκυσθῇ [*](a 198, 11—200, 3 πρὸς δὲ τῷ ,ΘΜ . . . ὁ ΜΜ ═ b 198, 19—2ΟΟ, 22 πρὸς δὲ τῷ ,ΘΜ κατὰ τὸ μέσον περόνη ἔστω ἡ Μ, περὶ ἣν κινηθήσεται. ἐὰν οὖν καταγάγωμεν τῇ χειρὶ τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου ὡς ἐπὶ τὸ ,∠ στόμιον τοῦ γλωσσοκόμου, παρώσομεν τὸ ,Ϛ πῶμα εἰς τὸ ἔσω μέρος, ὥστε ὅταν ἐμπέσῃ εἰς τὸ ἐντὸς μέρος, τότε τὸ ἐν αὐτῷ τρῆμα κατάλληλον γενήσεται τῷ αὐλῷ. ἵνα δὲ πάλιν, ὅταν ἀφέλωμεν τὴν χεῖρα, αὐτόματον τὸ πῶμα ἐξελκυσθῇ καὶ) [*](1 ἵν᾿ οὖν T 2 f. τινας. cf. p. 200, 15 4 κατασκευά- σωμεν AG: κατασκευάσομεν Tb 5 distinguit T ἐγκεί- μενον AG T,: ἐγγύμενον T1, f. ἐκκείμενον 11 f. πώματι 〈πρὸς)

200
καὶ παραλλάξῃ τὸν αὐλόν, ἔσται τάδε· ὑποκείσθω ὑπὸ τὰ γλωσσόκομα κανὼν ἴσος τῷ 𝔮Ϡ σωλῆνι καὶ παράλληλος αὐτῷ κείμενος ὁ ΜΜ. ἐν δὲ τούτῳ ἐμπεπηγέτω σπαθία κεράτινα εὔτονα καὶ ἐπικεκαμμένα, ὧν ἕν ἔστω τὸ Μ κείμενον κατὰ τὸ ,∠ ,Γ γλωσσόκομον. ἐκ δὲ τοῦ ἄκρου αὐτοῦ νευρὰ ἀποδεθεῖσα ἀποδεδόσθω περὶ τὸ ,Θ ἄκρον, ὥστε ἔξω παρωσθέντος τοῦ πώματος τετάσθαι τὴν νευράν. ἐὰν οὖν κατάξαντες τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου παρώσωμεν τὸ πῶμα εἰς τὸ ἔσω μέρος, ἡ νευρὰ ἐπισπάσεται τὸ σπαθίον, ὥστε ἀνορθῶσαι τὴν καμπὴν αὐτοῦ βίᾳ· ὅταν δὲ ἀφῶμεν, πάλιν τὸ σπαθίον εἰς τὴν ἐξ ἀρχῆς τάξιν καμπτόμενον ἐξελκύσει τὸ πῶμα τοῦ στόματος, ὥστε παραλλάξαι τὸ τρῆμα. τούτων οὖν καθ᾿ ἕκαστον γλωσσόκομον γενηθέντων, ὅταν βουλώμεθά τινας τῶν αὐλῶν φθέγγεσθαι, κατάξομεν τοῖς δακτύλοις τὰ κατ᾿ ἐκείνους ἀγκωνίσκια· ὅταν δὲ μηκέτι φθέγγεσθαι βουλώμεθα, ἐπαροῦμεν τοὺς δακτύλους, καὶ τότε παύσονται τῶν πωμάτων ἐξελκυσθέντων. τὸ δὲ ἐν τῷ βωμίσκῳ ὕδωρ ἐμβάλλεται [*](παραλλάξῃ τὸν αὐλόν, ἔστω τάδε· ὑποκείσθω ὑπὸ τὸ γλωσσόκομον κανὼν ἴσος τῷ 𝔮Ϡ σωλῆνι καὶ παραλλήλως αὐτῷ κείμενος ὁ ΜΜ.) [*](1 ἔσται AG: ἔστω T 3 ἐμπεπηγέτω AG: ἐμπεπηγέσθω T 5 τὸ (prius) Tb: ὁ AG 16 κατάξομεν Tb: κατάξωμεν AG 19 ἐξελκυσθέντων AG T2 b: ἑλκυσθέντων T1) [*](3 ἐμπεπηγέτω: ἐμπεπήχθω b 4 ἓν om. b 6 ἀπο- δεδόσθω AG (ἀποδεδώσθω T): ἀποδεδέσθω b 8 κατάξαντες a: καταγαγόντες b 14—15 τούτων . . . γενηθέντων a: τοιού-)
202
ἕνεκα τοῦ τὸν περισσεύοντα ἀέρα ἐν τῷ πνιγεῖ, λέγω δὴ τὸν ἐκ τῆς πυξίδος ὠθούμενον, ἐπαίροντα τὸ ὕδωρ συνέχεσθαι πρὸς τὸ ἀεὶ ἔχειν τοὺς αὐλοὺς δυναμένους φθέγγεσθαι. ὁ δὲ ΡΣ ἐμβολεὺς ἐπαιρόμενος μὲν ἐπὶ τὸ ἄνω, ὡς εἴρηται, ἐξωθεῖ τὸν ἐν τῇ πυξίδι ἀέρα εἰς τὸν πνιγέα, καταγόμενος δὲ ἀνοίγει τὸ ἐν τῷ Ω πυξιδίῳ πλατυσμάτιον, δι᾿ οὗ ἡ πυξὶς ἀέρος ἔξωθεν πληροῦται, ὥστε πάλιν τὸν ἐμβολέα ἀνωθούμενον ἐκθλίβειν αὐτὸν εἰς τὸν πνιγέα. βέλτιον δέ ἐστι καὶ τὸν ΤΥ κανόνα περὶ περόνην κινεῖσθαι πρὸς τῷ Τ διτορμίας οὔσης ἐν τῷ πυθμένι τοῦ ἐμβολέως ἁρμοσθήσεται, δι᾿ ἧς δεήσει περόνην διωθεῖσθαι πρὸς τὸ τὸν ἐμβολέα μὴ διαστρέφεσθαι, ἀλλὰ ὀρθὸν ἀνωθεῖσθαί τε καὶ κατάγεσθαι.

Ὀργάνου κατασκευή, ὥστε ἀνέμου συρίζοντος ἦχον ἀποτελεῖσθαι αὐλοῦ.

[*](a 9—14 βέλτιον . . . κατάγεσθαι ═ b 1923 βέλτιον δέ ἐστι καὶ τὸν ΤΥ κανόνα περὶ περόνην κινεῖσθαι πρὸς τῷ Τ, ὥστε δεήσει πρὸς τῷ πυθμένι τοῦ ἐμβολέως πηγμάτιον εἶναι, ᾧ ἁρμοσθήσεται διὰ περόνης ὁ ΤΥ κανὼν πρὸς τὸ τὸν ἐμβολέα μὴ διαστρέφεσθαι, ἀλλ᾿ ὀρθὸν ἀνωθεῖσθαί τε καὶ κατάγεσθαι.)[*](5 ἐξωθεῖ AGb: ἐξωθεῖν T 7 ω AC: om GPT 10 τὸν AG1: τὸ τὸν G2 T, sed τὸ del. T 11 διτορμίας A1 (quam lectio- nuem optimam coniectura invenerat Meister): διὰ τὸ ρ μιᾶς A2 G T)[*](ἐμβολέος T 12 ἁρμοσθήσεται a: 〈ῷ〉 ἁρμοσθήσεται Butt- mannn l. l. p. 143: 〈διὸ〉 ἁρμοσθήσεται Meister l. l. p. 185 adnot.: f. 〈ῇ〉 ἁρμοσθήσεται (sc. ὁ ΤΥ κανὼν) 〈καὶ〉)[*](2 ἐκ aC: ἐπὶ P 7—8 ἔξωθεν ἀέρος tr. b 8—9 ἀνω- θούμενον a: εἰσωθούμενον b 16—17 Ὀργάνου . . . αὐλοῦ a:)
204

Ἔστωσαν αὐλοὶ μὲν οἱ Α, ὁ δὲ συντετρημένος αὐτοῖς πλάγιος σωλὴν ὁ ΒΓ, ὁ δὲ ὄρθιος ὁ ∠Ε, ἐκ δὲ τούτου πλάγιος ἕτερος ὁ ΕΖ φέρων εἰς πυξίδα τὴν ΗΘ ἔχουσαν τὴν ἐντὸς ἐπιφάνειαν πρὸς ἐμβολέα ἀπωρθωμένην. ταύτῃ δὲ ἁρμοξέτω ἐμβολεὺς ὁ ΚΛ εὐλύτως δυνάμενος εἰς αὐτὴν κατέρχεσθαι· τούτῳ δὲ συμφυὲς ἔστω κανόνιον τὸ ΜΝ προσκείμενον ἑτέρῳ κανονίῳ τῷ ΝΞ κηλωνευομένῳ περὶ ἄξονα τὸν ΡΠ [*](230) καὶ πρὸς μὲν τῷ Ν περόνιον ἔστω εὔλυτον· πρὸς δὲ τῷ πλατυσμάτιον προσκείσθω συμφυὲς τὸ ΞΟ, τῷ δὲ ΞΟ παρακείσθω ἄξων ὁ Σ καὶ ἔστω κινούμενος περὶ κνώδακας σιδηροῦς ἐν πήγματι δυναμένῳ μετάγεσθαι. τῷ δὲ Σ ἄξονι συμφυῆ ἔστω τυμπάνια δύο τὰ Υ, Φ, ὧν τὸ μὲν Υ σκυτάλια ἐχέτω ἐπικείμενα τῷ ΞΟ πλατυσματίῳ· τὸ δὲ Φ πλάτας ἐχέτω καθάπερ τὰ καλούμενα ἀνεμούρια. ὅταν οὖν ὑπὸ τοῦ ἀνέμου τυπτόμεναι ἐπείγωνται πᾶσαι καὶ ἐπιστρέφωσι τὸ Φ τυμπάνιον, ἐπιστραφήσεται καὶ ὁ ἄξων, ὥστε καὶ τὸ τυμπάνιον καὶ τὰ ἐν αὐτῷ σκυτάλια ἐκ διαλείμματος τύπτοντα τὸ ΞΟ πλατυσμάτιον ἐπαίρει τὸν Κ Λ ἐμβολέα· καὶ ἀποστάντος τοῦ σκυταλίου κατενεχθήσεται ὁ ἐμβολεὺς καὶ ἐκθλίψει τὸν ἐν τῇ ΗΘ πυξίδι ἀέρα εἰς [*](1 μὲν om T 2 ὀρθὸς A 2 Τ1 5 ἀπωρθωμένην A1 G2 b: ἀπωρθουμένην A2G1 T ταύτην T 6 τούτῳ AG b: τοῦτο T) [*](9 τῷ Tb: τὸ AG 10 προκείσθω T 11 AG b: Ϛ T ut etiam lin 13 15 πλάτας Paris. 2512, Lipsiens. 17: πλάτος ab) [*](17 ἐπείγωνται C T: ἐπείγονται AGP f. πᾶσαι 〈αἱ πλάται〉) [*](18 καὶ (ante ὁ) AG2 Tb: δὲ G1 20 ἐπαρεῖ Paris. 2512) [*](22 εἰς om T) [*](2 αὐτοῖς C: om. P 3 ἕτερος πλάγιος tr. b 18 ὁ ῡ ἄξων b 22 a verbis καὶ ἐκθλίψει B (fol. 142r, 11) et L rursus incipiunt (hinc igitur b ═ BCP τῇ aB: τῷ CP)

206
τὰς σύριγγας καὶ τοὺς αὐλοὺς καὶ τὸν ἦχον ἀποτελέσει. ἔξεστι δὲ τὸ πῆγμα τὸ ἔχον τὸν ἄξονα ἐπιστρέφειν ἀεὶ πρὸς τὸν πνέοντα ἄνεμον, ὡς ἂν βιαιοτέρα καὶ [*](230 19) συνεχεστέρα ἡ ἐπιστροφὴ γίνηται.

[*](4 γίνηται AG: γένηται T in fine libri Ἥρωνος ἀλεξαν- δρέως πνευματικῶν πρῶτον add. AG2: Ἥρωνος ἀλεξανδρέως πνευματικῶν πρώτου τέλος add. T: om. G1)[*](4 γίνηται B: γίγνηται CP subscriptionem om. b)