Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τὰ μὲν δὴ παρὰ δόξαν τισὶ τῶν προγραφέντων εἴς τε κίνδυνον καὶ σωτηρίαν γενόμενα, πολλὰ καὶ ἄλλα παραλιπόντι τοιάδε μάλιστα ἦν· γιγνομένων δὲ τούτων ἐν Ῥώμῃ, καὶ τὰ ὑπερόρια πάντα πολέμοις διὰ τήνδε τὴν στάσιν ἐδονεῖτο· καὶ τῶν πολέμων οἱ μείζους ἦσαν ἀμφί τε Λιβύην Κορνιφικίου πρὸς Σέξστιον καὶ ἐν Συρίᾳ Κασσίου πρὸς Δολοβέλλαν καὶ περὶ Σικελίαν Πομπηίου. πάθη τε πολλὰ συνηνέχθη πόλεσιν ἐκ δοριαλωσίας, ὑπεριδόντι δὲ τῶν ἐλασσόνων τὰ μέγιστα δὴ καὶ διʼ ἀξίωσιν τῶν ἄλλων περιφανέστατα Λαοδικεῦσι καὶ Ταρσεῦσι καὶ Ῥοδίοις καὶ Παταρεῦσι καὶ Ξανθίοις. καὶ αὐτῶν ἕκαστα, ὡς ἐν κεφαλαίῳ συναγαγόντι φράσαι, τοιάδε ἦν.

Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δʼ ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾔτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων, οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει.

καὶ πάντες ἐπρέσβευον περὶ συμμαχίας ἔς τε Ἀραβίωνα βασιλέα καὶ τοὺς καλουμένους Σιττιανούς, οἳ ἀπὸ τοιᾶσδε συντυχίας οὕτως ὠνομάζοντο. Σίττιος ἐν Ῥώμῃ δίκην ἰδίαν οὐχ ὑποστὰς ἔφυγε καὶ στρατὸν ἀγείρας ἔκ τε αὐτῆς Ἰταλίας καὶ Ἰβηρίας ἐς Λιβύην διέπλευσε καὶ τοῖς Λιβύων βασιλεῦσι πολεμοῦσιν ἀλλήλοις ἀνὰ μέρος συνεμάχει. ἀεὶ δὲ οἷς προσθοῖτο νικώντων, ὁ Σίττιος ἐπὶ ὀνόματος ἐγίγνετο, καὶ ὁ στρατὸς αὐτῷ γεγύμναστο λαμπρῶς. Γαΐῳ τε Καίσαρι διώκοντι τοὺς Πομπηιανοὺς ἐν Λιβύῃ συνεμάχησε, καὶ Σαβόρραν, Ἰόβα στρατηγὸν διώνυμον, ἀνεῖλε καὶ γέρας τούτων ἔλαβε παρὰ Καίσαρος τὴν Μασανάσσου γῆν, οὐχ ἅπασαν, ἀλλὰ τὸ κράτιστον αὐτῆς. Μασανάσσης δʼ ἦν Ἀραβίωνος τοῦδε πατήρ, Ἰόβα σύμμαχος, καὶ αὐτοῦ τὴν χώραν ὁ Καῖσαρ τῷδε τῷ Σιττίῳ καὶ Βόκχῳ, Μαυρουσίων βασιλεῖ, δεδώρητο· καὶ τὸ μέρος ὁ Σίττιος τοῖς ὑπʼ αὐτὸν ἀνδράσιν ἐπιδιεῖλεν. Ἀραβίων δὲ τότε μὲν ἐς Ἰβηρίαν ἐξέφυγε πρὸς τοὺς παῖδας τοὺς Πομπηίου, Γαΐου δὲ Καίσαρος ἀναιρεθέντος ἐς Λιβύην ἐπανῆλθε, καὶ Λιβύων τινὰς ἀεὶ τῷ νεωτέρῳ Πομπηίῳ πέμπων ἐς Ἰβηρίαν καὶ γεγυμνασμένους ἀπολαμβάνων Βόκχον ἀφῄρητο τὴν. χώραν καὶ Σίττιον ἀνῃρήκει δόλῳ. εὔνους δὲ ὢν τοῖς Πομπηιανοῖς διὰ τάδε, κατεγίνωσκεν ἀεὶ τῆς μοίρας ὡς ἀτυχούσης ἀμειλίκτως καὶ Σεξστίῳ προσέθετο, εὐμενιζόμενος διʼ αὐτοῦ Καίσαρα. προσέθεντο δὲ καὶ οἱ Σιττιανοί, κατʼ εὔνοιαν οἵδε πατρῴαν τοῦ Καίσαρος.

θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπʼ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπʼ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.

ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δʼ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δʼ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δʼ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.