Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τάδε αὐτοῖς ἐδόκει καὶ τὸ δαιμόνιον ἐν τῷδε τῷ πολέμῳ προσημῆναι. δείματά τε γὰρ ἄλογα πολλοῖς καὶ ἰδίᾳ καὶ κατὰ πλῆθος ἐνέπιπτε περὶ ὅλην τὴν Ἰταλίαν, καὶ μαντευμάτων παλαιῶν ἐπιφοβωτέρων ἐμνημόνευον, τέρατά τε πολλὰ ἐγίνοντο, καὶ ἡμίονος ἔτεκε, καὶ γυνὴ κύουσα ἔχιν ἀντὶ βρέφους ἐξέδωκε, τήν τε γῆν ὁ θεὸς ἐπὶ μέγα ἔσεισε καὶ νεώς τινας ἐν Ῥώμῃ κατήνεγκε, καὶ πάνυ Ῥωμαίων ὄντων ἐς τὰ τοιαῦτα βαρυεργῶν. τό τε Καπιτώλιον ὑπὸ τῶν βασιλέων τετρακοσίοις που πρόσθεν ἔτεσι γενόμενον ἐνεπρήσθη, καὶ τὴν αἰτίαν οὐδεὶς ἐπενόει. πάντα δʼ ἔδοξεν ἐς τὸ πλῆθος τῶν ἀπολουμένων καὶ τὴν ἅλωσιν τῆς Ἰταλίας καὶ Ῥωμαίων αὐτῶν τῆς τε πόλεως κατάληψιν καὶ πολιτείας μεταβολὴν προσημῆναι.

ἤρξατο μὲν οὖν ὅδε ὁ πόλεμος, ἐξ οὗ Σύλλας ἐς Βρεντέσιον παρῆλθεν, ὀλυμπιάδων οὐσῶν ἑκατὸν ἑβδομήκοντα καὶ τεσσάρων· μῆκος δʼ αὐτοῦ, διά τε τὸ μέγεθος τῶν ἔργων, σὺν ἐπείξει ὡς ἐπʼ ἐχθροὺς ἰδίους ταχυνόντων, οὐ πολὺ ὡς ἐπὶ τοσοῖσδε ἔργοις ἐγένετο. ὅθεν καὶ μάλιστα αὐτοῖς τὰ παθήματα ἐπειγομένοις ἐν βραχεῖ μείζω καὶ ὀξύτερα συνέβη γενέσθαι. ἐς δὲ τριετὲς ὅμως προῆλθε, κατά γε τὴν Ἰταλίαν, μέχρι τὴν ἀρχὴν ἀνεδήσατο Σύλλας· ἐν γὰρ Ἰβηρίᾳ καὶ μετὰ Σύλλαν ἐξέτεινεν ἐπὶ πλεῖον. μάχαι δὲ καὶ ἀκροβολίαι καὶ πολιορκίαι καὶ πολέμων ἰδέαι πᾶσαι κατὰ τὴν Ἰταλίαν ἀθρόαι τε καὶ κατὰ μέρη τοῖς στρατηγοῖς ἐγένοντο πολλαί, καὶ πᾶσαι διαφανεῖς. ὧν τὰ μέγιστα καὶ ἀξιολογώτατα, ἐν κεφαλαίῳ φράσαι, τοιάδε ἦν.

πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δʼ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δʼ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθʼ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι· αἰσθόμενοι δʼ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες ἢ χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. ὃ καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη· ἐδόκει δʼ ἀναθέμενος ὁ Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ ὁ στρατὸς ὁ ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δʼ ἐν παρόδῳ Σύεσσαν, ἣ τὰ Σύλλεια ᾕρητο, καταλαβόντος ὁ μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, ὁ δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα ὁ στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν. καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων, ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.

Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων ὁ Σύλλας ἀπέπεμπεν ἀπαθῆ. καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλιας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δʼ αὐτῷ προιόντος οὐδʼ ἐς ἀπόκρισιν ʽὁ γάρ τοι Νωρβανός, ὡ ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν’ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν· τὸ δʼ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατʼ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο· καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος ἢ τῶν ὑπάτων ἢ Σύλλα πέμψαντος εἶναι, τὸ δʼ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, διʼ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δʼ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν· καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δʼ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδʼ ὁ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.

τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ἐγενέσθην Παπίριός τε Κάρβων αὖθις καὶ Μάριος ὁ ἀδελφιδοῦς Μαρίου τοῦ περιφανοῦς, ἑπτὰ καὶ εἴκοσιν ἔτη γεγονώς· χειμὼν δὲ καὶ κρύος πολὺ γενόμενον ἅπαντας ἀλλήλων διέστησεν. ἀρχομένου δʼ ἦρος περὶ τὸν Αἰσῖνον ποταμὸν ἐξ ἠοῦς ἐπὶ μεσημβρίαν ἀγὼν καρτερὸς ἐγένετο Μετέλλῳ τε καὶ Καρρίνᾳ, Κάρβωνος στρατηγῷ, πρὸς ἀλλήλους· καὶ φεύγει μὲν ὁ Καρρίνας πολλοῦς ἀποβαλών, τὰ δὲ περίοικα πάντα ἐς τὸν Μέτελλον ἀπὸ τῶν ὑπάτων μετετίθετο. Μέτελλον δὲ Κάρβων καταλαβὼν ἐφρούρει περικαθήμενος, ἔστε Μάριον τὸν ἕτερον ὕπατον μεγάλῃ μάχῃ περὶ Πραινεστὸν ἡττῆσθαι πυθόμενος ἀνεστρατοπέδευεν ἐς Ἀρίμινον. καὶ τοῦδε μὲν Πομπήιος τῆς οὐραγίας ἐξαπτόμενος ἠνώχλει, ἡ δὲ περὶ Πραινεστὸν ἧσσα ὧδε ἐγένετο. Σύλλα Σήτιον καταλαβόντος, ὁ Μάριος ἀγχοῦ στρατοπεδεύων ὑπεχώρει κατʼ ὀλίγον, ὡς δʼ ἦλθεν ἐπὶ τὸν καλούμενον Ἱερὸν λιμένα, ἐξέτασσεν ἐς μάχην καὶ ἠγωνίζετο προθύμως. ἀρχομένου δʼ ἐνδιδόναι τοῦ λαιοῦ μέρους, σπεῖραι πέντε πεζῶν καὶ δύο ἱππέων οὐκ ἀναμείνασαι τὴν τροπὴν ἐκφανῆναι τά τε σημεῖα ἔρριψαν ὁμοῦ καὶ πρὸς τὸν Σύλλαν μετετίθεντο. καὶ τόδʼ εὐθὺς ἦρχε τῷ Μαρίῳ δυσχεροῦς ἥττης. κοπτόμενοι γὰρ ἐς Πραινεστὸν ἔφευγον ἅπαντες, ἑπομένου τοῦ Σύλλα σὺν δρόμῳ. καὶ οἱ Πραινέστιοι τοὺς μὲν πρώτους αὐτῶν εἰσεδέξαντο, Σύλλα δʼ ἐπικειμένου τὰς πύλας ἀπέκλεισαν καὶ Μάριον καλῳδίοις ἀνιμήσαντο. πολὺς δʼ ἄλλος ἐκ τοῦδε περὶ τοῖς τείχεσιν ἐγίγνετο φόνος, καὶ πλῆθος αἰχμαλώτων ὁ Σύλλας ἔλαβεν, ὧν τοὺς Σαυνίτας ἔκτεινε πάντας ὡς αἰεὶ χαλεποὺς Ῥωμαίοις γενομένους.

ταῖς δʼ αὐταῖς ἡμέραις καὶ Μέτελλος ἐνίκα ἕτερον Κάρβωνος στρατόν, πέντε κἀνταῦθα σπειρῶν ἐν τῷ ἔργῳ σεσωσμένων ἐς Μέτελλον. πομπήιός τε Μάρκιον ἐνίκα περὶ πόλιν Σήνας καὶ τὴν πόλιν διήρπαζεν. ὁ δὲ Σύλλας τὸν Μάριον ἐς Πραινεστὸν κατακλείσας τὴν πόλιν ἀπετάφρευε καὶ ἀπετείχιζεν ἐκ μακροῦ διαστήματος καὶ Λουκρήτιον Ὀφέλλαν ἐπέστησε τῷ ἔργῳ, ὡς οὐκέτι μάχη παραστησόμενος Μάριον, ἀλλὰ λιμῷ. Μάριος δὲ οὐδὲν χρηστὸν ἔτι προσδοκῶν τοὺς ἰδίους ἐχθροὺς ἠπείγετο προανελεῖν καὶ Βρούτῳ στρατηγοῦντι τῆς πόλεως ἐπέστελλε τὴν σύγκλητον ὡς ἐπὶ ἄλλο συναγαγεῖν καὶ κτεῖναι Πόπλιον Ἀντίστιον καὶ Παπίριον Κάρβωνα ἕτερον καὶ Λεύκιον Δομίτιον καὶ Μούκιον Σκαιόλαν, τὸν τὴν μεγίστην Ῥωμαίοις ἱερωσύνην ἱερωμένον. οἱ μὲν δὴ δύο τῶνδε ἀνῃρέθησαν ἐν τῇ βουλῇ, καθὰ Μάριος προσέταξε, τῶν σφαγέων ἐς τὸ βουλευτήριον ἐσαχθέντων· Δομίτιος δʼ ἐκτρέχων παρὰ τὴν ἔξοδον ἀνῃρέθη, καὶ μικρὸν πρὸ τοῦ βουλευτηρίου Σκαιόλας. τά τε σώματα αὐτῶν ἐς τὸν ποταμὸν ἐρρίφη· ἐπεπόλαζε γὰρ ἤδη μὴ καταθάπτεσθαι τοὺς ἀναιρουμένους. Σύλλας δὲ στρατὸν ἐς Ῥώμην κατὰ μέρη διʼ ἑτέρων καὶ ἑτέρων ὁδῶν περιέπεμπεν, ἐντελλόμενος τὰς πύλας καταλαβεῖν, εἰ δὲ ἀποκρουσθεῖεν, ἐπὶ Ὄστια χωρεῖν. τοὺς δὲ αἵ τε πόλεις παροδεύοντας ξὺν φόβῳ προσεδέχοντο, καὶ τὸ ἄστυ προσιοῦσι τὰς πύλας ἀνέῳξαν, ὑπό τε λιμοῦ πιεζούμενοι καὶ τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι.

Σύλλας δʼ ὡς ἔμαθεν, αὐτίκα ἐπελθὼν τὴν μὲν στρατιὰν ἵδρυσε πρὸ τῶν πυλῶν ἐν τῷ Ἀρείῳ πεδίῳ, αὐτὸς δʼ εἴσω παρῆλθεν, ἐκφυγόντων τῶν ἀντιστασιωτῶν ἁπάντων. καὶ τὰ μὲν τούτων αὐτίκα ἐδημεύετο καὶ διεπιπράσκετο, τὸν δὲ δῆμον ἐς ἐκκλησίαν συναγαγὼν τήν τε ἀνάγκην τῶν παρόντων ὠλοφύρετο καὶ θαρρεῖν προσέταξεν ὡς αὐτίκα τῶνδε παυσομένων καὶ τῆς πολιτείας ἐς τὸ δέον ἐλευσομένης. διοικησάμενος δʼ ὅσα ἤπειγε καὶ τῇ πόλει τινὰς ἐπιστήσας τῶν ἑαυτοῦ ἐξώρμησεν ἐς Κλούσιον, ἔνθα τοῦ πολέμου τὰ λοιπὰ ἤκμαζεν. ἐν δὲ τούτῳ τοῖς ὑπάτοις προσεγένοντο ἱππεῖς Κελτίβηρες, ὑπὸ τῶν ἐν Ἰβηρίᾳ στρατηγῶν ἀπεσταλμένοι, καὶ γενομένης παρὰ τὸν Γλάνιν ποταμὸν ἱππομαχίας ὁ μὲν Σύλλας ἔκτεινεν ἐς πεντήκοντα τῶν πολεμίων, διακόσιοι δὲ καὶ ἑβδομήκοντα τῶνδε τῶν Κελτιβήρων ηὐτομόλησαν ἐς Σύλλαν· καὶ τοὺς λοιποὺς ὁ Κάρβων ἀνεῖλεν, εἴτε χαλεπήνας τῆς τῶν ὁμοεθνῶν αὐτομολίας εἴτε δείσας περὶ ὁμοίου. τοῦ δʼ αὐτοῦ χρόνου περὶ Σατουρνίαν ἑτέρῳ μέρει τοὺς ἐχθροὺς ὁ Σύλλας ἐνίκα, καὶ Μέτελλος ἐπὶ Ῥάβενναν περιπλέων τὴν Οὐριτανὴν χώραν, πεδιάδα καὶ πυροφόρον οὖσαν, προκατελάμβανεν. ἔς τε Νέαν πόλιν ἐκ προδοσίας νυκτὸς ἕτεροι τῶν Συλλείων ἐσελθόντες ἔκτειναν ἅπαντας χωρὶς ὀλίγων διαφυγόντων καὶ τὰς τριήρεις τῆς πόλεως ἔλαβον. αὐτῷ δὲ Σύλλᾳ καὶ Κάρβωνι περὶ Κλούσιον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν γίγνεται μάχη καρτερά· καὶ φανέντες ἀλλήλοις ἰσόμαχοι μετὰ σκότους διεκρίθησαν.