Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Καππαδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχήν, εἴτε Δαρείου κατήκουον· Ἀλέξανδρος δέ μοι δοκεῖ τοὺς ἄρχοντας τῶνδε τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δαρεῖον. φαίνεται γὰρ καὶ Ἀμισόν, ἐν Πόντῳ πόλιν Ἀττικοῦ γένους, ἐπὶ δημοκρατίαν ὡς πάτριόν σφισι πολιτείαν ἀναγαγών. Ἱερώνυμος δὲ οὐδʼ ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλʼ ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι. Περδίκκας δέ, ὃς ἐπὶ Ἀλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, Ἀριαράθην Καππαδοκίας ἡγούμενον, εἴτε ἀφιστάμενον εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος Μακεδόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν Εὐμένη τὸν Καρδιανόν. Εὐμένους δὲ ἀναιρεθέντος ὅτε αὐτὸν οἱ Μακεδόνες εἵλοντο εἶναι πολέμιον, Ἀντίπατρος ἐπὶ τῷ Περδίκκᾳ τῆς ὑπὸ Ἀλεξάνδρῳ γενομένης γῆς ἐπιτροπεύων, Νικάνορα ἔπεμψε Καππαδοκῶν σατραπεύειν.

Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, Ἀντίγονος μὲν ἦρχε Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δʼ αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου Περσικοῦ. καὶ ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ, καὶ τὸ χρυσίον ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. καὶ ὁ μὲν αὐτὸν ἐπὶ τῷδε συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, ὁ δʼ ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ, Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. οἱ δʼ ἦρχον, ἕτερος μεθʼ ἕτερον, ἕως ἐπὶ τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς Ῥωμαίοις ἐπολέμησεν. τούτου δὲ τοῦ γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθʼ ὅτε μοι δοκοῦσι διελεῖν τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας.

ὅ γέ τοι Ῥωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης ὁ εὐεργέτης ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. καὶ διαδέχεται Μιθριδάτης υἱός, ᾧ Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. Ῥωμαῖοι δʼ αὐτὸν ἐκστῆναι Καππαδοκίας ἐκέλευσαν Ἀριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, ἢ καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. ὁ δὲ τοῦτο μὲν ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ Ῥωμαίων ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε· καὶ τὴν Βιθυνῶν ἀρχὴν ὁ Σωκράτης ἐς αὑτὸν περιέσπασεν. τοῦ δʼ αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν.

Ῥωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ Ἀριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς ἐς τοῦτο συνέπεμψαν, ὧν Μάνιος Ἀκύλιος ἡγεῖτο· καὶ συλλαβεῖν ἐς τὴν κάθοδον ἐπέστειλαν Λευκίῳ τε Κασσίῳ, τῆς περὶ τὸ Πέργαμον Ἀσίας ἡγουμένῳ, στρατιὰν ἔχοντι ὀλίγην, καὶ τῷδε τῷ εὐπάτορι Μιθριδάτῃ. ἀλλʼ ὁ μὲν αὐτῆς τε Καππαδοκίας ἕνεκα Ῥωμαίοις ἐπιμεμφόμενος, καὶ Φρυγίαν ἔναγχος ὑπʼ αὐτῶν ἀφῃρημένος, ὡς διὰ τῆς Ἑλληνικῆς γραφῆς δεδήλωται, οὐ συνέπραττε· Κάσσιος δὲ καὶ Μάνιος τῷ τε Κασσίου στρατῷ, καὶ πολὺν ἄλλον ἀγείραντες Γαλατῶν καὶ Φρυγῶν, Νικομήδη τε κατήγαγον ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν. εὐθύς τε ἀνέπειθον ἄμφω, γείτονας ὄντας Μιθριδάτου, τὴν γῆν τὴν Μιθριδάτου κατατρέχειν καὶ ἐς πόλεμον ἐρεθίζειν, ὡς Ῥωμαίων αὐτοῖς πολεμοῦσι συμμαχησόντων. οἱ δὲ ὤκνουν μὲν ὁμοίως ἑκάτερος γείτονος πολέμου τοσοῦδε κατάρξαι, τὴν Μιθριδάτου δύναμιν δεδιότες· ἐγκειμένων δὲ τῶν πρέσβεων, ὁ Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δʼ ἄλλα παρὰ τῶν ἑπομένων Ῥωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ ἐλεηλάτησεν ἐπὶ πόλιν Ἄμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος. ὁ γάρ τοι Μιθριδάτης ἑτοίμην ἔχων δύναμιν ὅμως ὑπεχώρει, πολλὰ καὶ δίκαια διδοὺς ἐγκλήματα τῷ πολέμῳ γενέσθαι.

ἀναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν ὁ Μιθριδάτης ἔπεμπεν ἐς τοὺς Ῥωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς πολεμησείοντας αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ, καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων, ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. ἀνθʼ ὧν αὐτὸν ὁ Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν, τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ Ἀριστονίκῳ παρὰ τοῦ ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν χρημάτων ἐωνημένην. νῦν δʼ, ἔφη, καὶ Νικομήδη τὸ στόμα τοῦ Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι Ἀμάστριδος ἐπιτρέχοντα, καὶ λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν τοῦ ἐμοῦ βασιλέως, ἀλλʼ ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων γενέσθαι. ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους (ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν), ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, ἢ κωλύειν αὐτὸν ἀδικοῦντα.

ὁ μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες ἔφασαν·

    ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν· ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν (ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένης) οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, ἀλλʼ αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλʼ ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ. τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο· τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου· οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη. ταῦτα δʼ εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.