Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Τιγράνης δὲ καὶ Μιθριδάτης στρατὸν ἄλλον ἤθροιζον περιιόντες, οὗ τὴν στρατηγίαν ἐπετέτραπτο Μιθριδάτης, ἡγουμένου Τιγράνους αὐτῷ γεγονέναι τὰ παθήματα διδάγματα. ἔπεμπον δὲ καὶ ἐς τὸν Παρθυαῖον, ἐπικουρεῖν σφίσι παρακαλοῦντες. ἀντιπρεσβεύοντος δὲ Λευκόλλου, καὶ ἀξιοῦντος ἢ οἷ συμμαχῆσαι ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, ὁ μὲν κρύφα συντιθέμενος ἑκατέροις, οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι, ὁ δὲ Μιθριδάτης ὅπλα τε εἰργάζετο κατὰ πόλιν ἑκάστην, καὶ ἐστρατολόγει σχεδὸν ἅπαντας Ἀρμενίους. ἐπιλεξάμενος δʼ αὐτῶν τοὺς ἀρίστους, ἐς ἑπτακισμυρίους πεζοὺς καὶ ἱππέας ἡμίσεας, τοὺς μὲν ἄλλους ἀπέλυσε, τοὺς δʼ ἐς ἴλας τε καὶ σπείρας ἀγχοτάτω τῆς Ἰταλικῆς συντάξεως καταλέγων Ποντικοῖς ἀνδράσι γυμνάζειν παρεδίδου. προσιόντος δʼ αὐτοῖς τοῦ Λευκόλλου, ὁ μὲν Μιθριδάτης τὸ πεζὸν ἅπαν καὶ μέρος τι τῶν ἱππέων ἐπὶ λόφου συνεῖχε, τῇ λοιπῇ δʼ ἵππῳ Τιγράνης τοῖς σιτολογοῦσι Ῥωμαίοις περιπεσὼν ἡσσᾶτο. καὶ μᾶλλον ἀδεῶς ἀπὸ τοῦδε οἱ Ῥωμαῖοι πλησίον αὐτοῦ Μιθριδάτου ἐσιτολόγουν τε καὶ ἐστρατοπέδευον. κονιορτὸς δʼ αὖθις ἠγείρετο πολὺς ὡς ἐπιόντος τοῦ Τιγράνους· καὶ τὸ ἐνθύμημα ἦν ἐν μέσῳ Λεύκολλον ἀμφοῖν γενέσθαι. ὁ δʼ αἰσθόμενος τοὺς μὲν ἀρίστους τῶν ἱππέων προύπεμψε πορρωτάτω συμπλέκεσθαι τῷ Τιγράνῃ καὶ κωλύειν αὐτὸν ἐξ ὁδοιπορίας ἐς τάξιν καθίστασθαι, αὐτὸς δὲ τὸν Μιθριδάτην προκαλούμενος ἐς μάχην --- καὶ περιταφρεύων οὐκ ἠρέθιζεν, ἕως χειμὼν ἐπιπεσὼν διέλυσε τὸ ἔργον ἅπασιν.

καὶ Τιγράνης μὲν ἐξ ὅλης Ἀρμενίας ἐς τὰ ἐντὸς ἀνεζεύγνυεν, ὁ δὲ Μιθριδάτης ἐς τὸν Πόντον ἐπὶ τὰ λοιπὰ τῆς ἰδίας ἀρχῆς ἠπείγετο, τετρακισχιλίους οἰκείους ἔχων, καὶ τοσούσδε ἑτέρους παρὰ Τιγράνους λαβών. ἐφείπετο δʼ αὐτῷ καὶ ὁ Λεύκολλος, ἀναζευγνὺς καὶ ὅδε διὰ τὴν ἀπορίαν. φθάσας δʼ αὐτὸν ὁ Μιθριδάτης ἐπέθετο Φαβίῳ τῷ δεῦρο ἐκ Λευκόλλου στρατηγεῖν ὑπολελειμμένῳ, καὶ τρεψάμενος αὐτὸν ἔκτεινε πεντακοσίους. ἐλευθερώσαντος δὲ τοῦ Φαβίου θεράποντας ὅσοι ἦσαν ἐν τῷ στρατοπέδῳ, καὶ διʼ ὅλης ἡμέρας αὖθις ἀγωνιζομένου, παλίντροπος ἦν ὁ ἀγών, μέχρι τὸν Μιθριδάτην, πληγέντα λίθῳ τε ἐς τὸ γόνυ καὶ ὑπὸ τὸν ὀφθαλμὸν βέλει, κατὰ σπουδὴν ἀποκομισθῆναι, καὶ πολλὰς ἡμέρας τοὺς μὲν φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας, τοὺς δὲ ὑπὸ πλήθους τραυμάτων ἠρεμῆσαι. Μιθριδάτην μὲν οὖν ἐθεράπευον Ἄγαροι, Σκυθικὸν ἔθνος, ἰοῖς ὄφεων ἐς τὰς θεραπείας χρώμενοι καὶ ἐπὶ τῷδε ἀεὶ βασιλεῖ συνόντες· Φαβίῳ δὲ Τριάριος, ἕτερος Λευκόλλου στρατηγός, ἐπελθὼν μετʼ οἰκείου στρατοῦ, τήν τε ἀρχὴν παρὰ τοῦ Φαβίου καὶ τὸ ἀξίωμα παρελαμβανεν. καὶ μετʼ οὐ πολὺ χωρούντων ἐς μάχην αὐτοῦ τε καὶ Μιθριδάτου, πνεῦμα, οἷον οὐκ ἐμνημονεύετο γενέσθαι, τάς τε σκηνὰς ἀμφοτέρων διέρριψε καὶ τὰ ὑποζύγια παρέσυρε καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν.

καὶ τότε μὲν ἀνεχώρουν ἑκάτεροι, ἀπαγγελλομένου δὲ Λευκόλλου προσιέναι, προλαβεῖν τὸ ἔργον ὁ Τριάριος ἐπειγόμενος ἔτι νυκτὸς ἐπεχείρει ταῖς Μιθριδάτου προφυλακαῖς. ἰσομάχου δʼ ἐς πολὺ τοῦ ἀγῶνος ὄντος, ὁ βασιλεὺς ἐς τὸ καθʼ αὑτὸν μέρος ἐπιβαρήσας ἔκρινε τὴν μάχην, καὶ διασπάσας τοὺς πολεμίους τὸ πεζὸν αὐτῶν κατέκλεισεν ἐς διώρυχα πηλοῦ, ἔνθα διεφθείροντο στῆναι μὴ δυνάμενοι. τοὺς δʼ ἱππέας ἀνὰ τὸ πεδίον ἐδίωκεν, ἐκθύμως τῇ φορᾷ τῆς εὐτυχίας καταχρώμενος, ἔστε τις αὐτὸν Ῥωμαῖος λοχαγός, οἷα θεράπων αὐτῷ συντροχάζων, ἐς τὸν μηρὸν ἐπάταξε ξίφει πληγὴν βαθεῖαν, οὐκ ἐλπίσας ἐς τὰ νῶτα διὰ τοῦ θώρακος ἐφίξεσθαι. καὶ τόνδε μὲν εὐθὺς οἱ πλησίον συνέκοπτον, ὁ δὲ Μιθριδάτης ἀπεφέρετο ὀπίσω, καὶ οἱ φίλοι τὴν στρατιὰν ἀπὸ νίκης λαμπρᾶς ἀνεκάλουν σὺν ἐπείξει βαρείᾳ. ἐνέπιπτε δὲ τοῖς μαχομένοις ἐπὶ τῷ παραλόγῳ τῆς ἀνακλήσεως θόρυβός τε καὶ ἀπορία, μή τι δεινὸν ἑτέρωθεν εἴη, μέχρι μαθόντες εὐθὺς ἐν τῷ πεδίῳ τὸ σῶμα περιίσταντο καὶ ἐθορύβουν, ἕως Τιμόθεος αὐτοῖς ὁ ἰατρός, ἐπισχὼν τὸ αἷμα, ἐπέδειξεν αὐτὸν ἐκ μετεώρου, οἷόν τι καὶ Μακεδόσιν ἐν Ἰνδοῖς, ὑπὲρ Ἀλεξάνδρου δεδιόσιν, ὁ Ἀλέξανδρος αὑτὸν ἐπὶ νεῶς θεραπευόμενον ἐπέδειξεν. ὁ δὲ Μιθριδάτης ὡς ἀνήνεγκεν, αὐτίκα τοῖς ἀνακαλέσασιν ἐκ τῆς μάχης κατεμέμφετο, καὶ τὸν στρατὸν αὐτῆς ἡμέρας ἦγεν αὖθις ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. οἱ δὲ καὶ ἐκ τοῦδε ἐπεφεύγεσαν ἤδη σὺν δέει. σκυλευομένων δὲ τῶν νεκρῶν ἐφαίνοντο χιλίαρχοι μὲν εἴκοσι καὶ τέσσαρες, ἑκατόνταρχοι δὲ πεντήκοντα καὶ ἑκατόν, ὅσον ἡγεμόνων πλῆθος οὐ ῥᾳδίως συνέπεσε Ῥωμαίοις ἐν ἥττῃ μιᾷ.

ὁ δὲ Μιθριδάτης ἐς Αρμενίαν, ἣν δὴ νῦν Ῥωμαῖοι βραχυτέραν Ἀρμενίαν καλοῦσιν, ἀνεζεύγνυ, τὰ μὲν εὐκόμιστα πάντα σιτολογῶν, τὰ δὲ δυσχερῆ διαφθείρων τε καὶ Λεύκολλον ἐπιόντα προαφαιρούμενος. καί τις ἀνὴρ Ῥωμαῖος, ἀπὸ βουλῆς, Ἀττίδιος ὄνομα, διὰ δίκην φυγὼν ἐκ τῆς πατρίδος ἐς Μιθριδάτην πρὸ πολλοῦ καὶ φιλίας ἀξιούμενος, ἑάλω τότε ἐπιβουλεύων αὐτῷ. καὶ τόνδε μὲν ὁ βασιλεὺς οὐ δικαιῶν βασανίσαι, Ῥωμαίων ποτὲ βουλευτὴν γενόμενον, ἔκτεινε, τοὺς δὲ συναμαρτόντας ᾐκίσατο δεινῶς. ἀπελεύθεροι δʼ ὅσοι τῷ Ἀττιδίῳ συνεγνώκεσαν, ἀπαθεῖς ἀφῆκεν ὡς δεσπότῃ διακονησαμένους. Λευκόλλου δʼ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, ὁ τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι, καὶ τοὺς ὑπʼ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν. ὧν ἐξαγγελθέντων ὁ στρατὸς αὐτίκα διελύετο, χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.